§8.31.1ἴθι δή μοι, Μηνύκιε, ἀπόκριναι, πότερα καὶ τῇ βουλῇ τῆς τιμωρίας ἄξιος ἐφάνην εἶναι, ὅτι τὰ κράτιστα ἐπολιτευόμην τε καὶ ἔπραττον, ἢ τῷ δήμῳ μόνῳ;
来吧,弥努基乌斯,请回答我:是因为我推行并实施了最优秀的政策,才在元老院眼中也显得应当受罚,还是仅仅在平民眼中如此?
εἰ μὲν γὰρ ἅπασι ταὐτὰ ἐδόκει τότε καὶ πάντες με ἀπηλάσατε, φανερὸν ὅτι πάντες οἱ ταῦτα βουληθέντες ἀρετὴν μισεῖτε, καὶ τόπος οὐδείς ἐστιν ἐν τῇ πόλει δεχόμενος καλοκαγαθίαν·
因为如果当时所有人都抱有同样的想法,并且你们所有人齐手将我驱逐,那么显然,你们所有希望如此的人都憎恨美德,且城中已无容纳高尚的地方。
εἰ δὲ βιασθεῖσα ἡ βουλὴ συνεχώρησε τῷ δήμῳ καὶ τὸ ἔργον αὐτῆς ἀνάγκης ἦν, οὐ γνώμης, ὁμολογεῖτε δήπου πονηροκρατεῖσθαι καὶ μηδενὸς εἶναι τὴν βουλὴν ὧν ἂν προέληται κυρίαν.
但如果元老院是屈于压力才向平民妥协,且她的这一行为是出于被迫而非出于本意,那么你们无疑承认了国家正被恶人统治,而元老院对自己所选择的任何事情都没有决定权。
§8.31.2ἔπειτʼ εἰς τοιαύτην ἀξιοῦτέ με κατελθεῖν πόλιν, ἐν ᾗ τὸ κρεῖττον μέρος ὑπὸ τοῦ χείρονος ἄρχεται;
既然如此,你们居然要求我回到这样一个由劣者统治优者的城市?
πολλὴν ἄρα κατεγνώκατέ μου μανίαν.
那么,你们确实是在判定我犯了极大的疯狂。
φέρε, καὶ δὴ πέπεισμαι καὶ διαλυσάμενος τὸν πόλεμον, ὥσπερ ἀξιοῦτε, κατελήλυθα, τίς ἡ μετὰ ταῦτʼ ἔσται μου διάνοια καὶ τίνα βίον ζήσομαι;
来吧,假定我现在已被说服并且如你们所求,结束了战争而归国;在此之后,我的心思将会如何,我又将过着怎样的生活?
πότερα τἀσφαλὲς καὶ ἀκίνδυνον αἱρούμενος ἀρχάς τε καὶ τιμὰς καὶ τἆλλα ἀγαθά, ὧν ἄξιον ἐμαυτὸν ἡγοῦμαι, μετιὼν θεραπεύειν ὑπομενῶ τὸν ἔχοντα τὴν τούτων ἐξουσίαν ὄχλον;
难道我要选择一条安全而无险阻的道路,在谋求自认为配得上的官职、荣誉及其他好处的同时,甘愿去奉迎掌握这些决定权的暴民吗?
πονηρὸς ἄρα ἐξ ἀγαθοῦ γενήσομαι, καὶ οὐδὲν ἔσται μοι τῆς προτέρας ἀρετῆς ὄφελος.
这样一来,我便会由善人变成恶人,而我以前的美德对我将毫无益处。
§8.31.3ἀλλʼ ἐν τοῖς αὐτοῖς ἤθεσι μένων καὶ τὴν αὐτὴν προαίρεσιν τῆς πολιτείας φυλάττων ἐναντιώσομαι τοῖς μὴ ταὐτὰ προαιρουμένοις;
或者,我要保持同样的品性,坚守同样的国政方针,去反对那些志不同道不合的人吗?
εἶτα οὐ πρόδηλον, ὅτι πολεμήσει μοι πάλιν ὁ δῆμος καὶ δίκας ἑτέρας πάλιν ἀξιώσει λαμβάνειν, τοῦτʼ αὐτὸ πρῶτον ἔγκλημα ποιούμενος, ὅτι τῆς καθόδου διʼ ἐκείνου τυχὼν οὐ τὰ πρὸς ἡδονὴν αὐτῷ πολιτεύομαι;
那么,难道不是显而易见,平民将会再次与我为敌,并再次要求对我进行惩罚,而将这件事情本身作为首要罪状——即我虽凭借他们得以归国,却不肯迎合他们的喜好来执政?
οὐκ ἔνεστʼ ἄλλως εἰπεῖν.
这完全是不言而喻的。
§8.31.4ἔπειτʼ ἀναφανήσεταί τις ἕτερος Ἰκιλίῳ παραπλήσιος ἢ Δεκίῳ θρασὺς δημαγωγός, ὃς αἰτιάσεταί με διιστάναι τοὺς πολίτας ἀπʼ ἀλλήλων ἢ κατὰ τοῦ δήμου πράττειν ἐπιβουλὴν ἢ προδιδόναι τοῖς πολεμίοις τὴν πόλιν ἢ τυραννίδι, ὥσπερ καὶ Δέκιος ᾐτιάσατο, ἐπιχειρεῖν ἢ ἄλλο ἀδικεῖν, ὁτιδήποτʼ ἂν αὐτῷ §8.31.5φανῇ·
此外,还会出现另一个类似于伊基里乌斯或德基乌斯的厚颜无耻的煽动家,他会指控我挑拨市民关系、或者图谋危害平民、或者向敌人出卖城市、或者像德基乌斯指控的那样企图僭主统治,或者干犯其他任何在他看来合理的罪行。
οὐ γὰρ ἀπορήσει τὸ μισοῦν αἰτίας.
因为憎恨是绝不会缺乏借口的。
ἥξει τε πρὸς τοῖς ἄλλοις ἐγκλήμασι καὶ ταυτὶ φερόμενα οὐκ εἰς μακράν, ὅσα ἐν τῷ πολέμῳ πέπρακταί μοι τούτῳ, ὅτι χώραν ὑμῶν τέτμηκα καὶ λείαν ἀπελήλακα καὶ πόλεις ἀφῄρημαι καὶ τοὺς ὑπὲρ τούτων ἀμυνομένους τοὺς μὲν πεφόνευκα, τοὺς δὲ τοῖς πολεμίοις παραδέδωκα.
除了其他控诉之外,我在这次战争中所做的一切也很快会被抖落出来,即我蹂躏了你们的土地、赶走了夺来的牲畜、夺取了城市,并且在保卫这些地方的抵抗者中,我杀死了一些人,又将另一些人交给了敌人。
ταῦτʼ ἐὰν οἱ κατήγοροι λέγωσι, τί φήσω πρὸς αὐτοὺς ἀπολογούμενος ἢ τίνι βοηθείᾳ χρήσομαι;
如果控告者们说出这些话,我该如何为自己辩护? 我又该求助于何种帮助?