§8.25.1φέρε, εἰ δὲ δὴ πάντας μὲν ἀνθρώπους καὶ τοὺς μηδὲν ἀδικοῦντάς σε γυναιξὶν ὁμοῦ καὶ τέκνοις δίκας σοι δοῦναι προσῆκε, πάντας δὲ θεούς τε καὶ ἥρωας καὶ δαίμονας πόλιν τε καὶ χώραν ἀπολαῦσαι τῆς τῶν δημάρχων ἀνοίας, καὶ μηδὲν ἐξαίρετον μηδʼ ἀτιμώρητον ἀφεῖσθαι μέρος ὑπὸ σοῦ, οὐχ ἱκανὰς ἤδη παρὰ πάντων εἰσπέπραξαι δίκας τοσοῦτον μὲν φόνον ἐργασάμενος ἀνθρώπων, τοσαύτην δὲ χώραν πυρὶ καὶ σιδήρῳ λωβησάμενος, τοσαύτας δὲ πόλεις ἐκ βάθρων ἀναστήσας, ἑορτὰς δὲ καὶ θυσίας καὶ σεβασμοὺς θεῶν καὶ δαιμόνων ἐν πολλοῖς τόποις ἀνεόρτους ἀναγκάσας γενέσθαι καὶ ἀθύτους καὶ τιμῶν νομίμων ἀμοίρους;
且慢,即便所有的人,包括那些没有对你犯下任何不义的人,与他们的妻子和孩子一起向你支付惩罚是理所当然的,所有的神明、英雄、精灵以及城市和国土也应该承受平民保民官们的愚蠢后果,且没有任何部分被你排除在外或免于惩罚,难道你还没有从所有人那里索取足够的惩罚吗? 你已经屠杀了如此多的人,用火和铁蹂躏了如此多的土地,将如此多的城市连根拔起,并在许多地方强迫神明和精灵的节日、牺牲和崇敬变得无节日、无祭祀、且失去了法定的荣耀。
§8.25.2ἐγὼ μὲν οὐκ ἠξίουν ἄνδρα, ὅτῳ φροντὶς ὁποσηοῦν ἀρετῆς ἐστιν, οὔτε συναναιρεῖν τοῖς ἐχθροῖς τὰ φίλια οὔτε χαλεπὸν ὀργὴν εἶναι καὶ ἀπαραίτητον εἰς τοὺς ἐξαμαρτάνοντάς τι περὶ αὐτόν, ἄλλως τε καὶ δίκας παρʼ §8.25.3αὐτῶν εἰληφότα πολλὰς καὶ μεγάλας.
在我看来,一个对美德有任何一点关心的人,既不应该将友好的事物与敌人一同毁灭,也不应该对那些对他犯下某种过错的人抱有激烈且不可动摇的愤怒,尤其是当他已经从他们那里获得了许多且巨大的惩罚之后。
ἃ μὲν οὖν ἀπολογεῖσθαί τε περὶ ἡμῶν αὐτῶν εἴχομεν καὶ παραιτεῖσθαί σε περὶ τῶν δημοτικῶν, ταῦτʼ ἐστιν, ἃ δʼ ὑποτίθεσθαί σοι διʼ εὔνοιαν οἱ τιμιώτατοι φίλων ἥκοντες καὶ ὑπισχνεῖσθαι διαλλαττομένῳ πρὸς τὴν πατρίδα, ταυτί· ἐν ᾧ τὸ δύνασθαί σοι μάλιστα ὑπάρχει καὶ τὸ θεῖον ἔτι συλλαμβάνει μετριάσαι καὶ ταμιεύεσθαι τὴν τύχην ἐνθυμηθέντα, ὅτι μεταβολὰς ἔχει πάντα τὰ πράγματα καὶ οὐδὲν ἐπὶ τῶν αὐτῶν φιλεῖ διαμένειν, νεμεσᾶταί τε πάντα ὑπὸ θεῶν τὰ ὑπερέχοντα, ὅταν εἰς ἄκρον ἐπιφανείας ἀφίκηται, καὶ τρέπεται πάλιν εἰς τὸ μηδέν.
因此,我们为自己辩护以及为了平民向你恳求的,就是这些;而你最受尊重的友人们,出于好意而来,在你与祖国和解时向你建议和承诺的,则是这些:在你拥有最大能力、且神明依然在协助你的时候,你应当节制并管理自己的命运,记住一切事物都在发生变化,没有任何事物乐意保持在相同状态,而且一切卓越的事物,当它们达到显赫的顶峰时,都会受到神明的怨恨,并再次归于虚无。
μάλιστα δὲ τοῦτο πάσχει τὰ σκληρὰ καὶ μεγάλαυχα φρονήματα καὶ τοὺς ὅρους ἐκβαίνοντα τῆς ἀνθρωπίνης φύσεως.
尤其是那些顽固和狂妄、超越人类本性界限的心灵,最容易遭受这种命运。
§8.25.4ὑπάρχει δέ σοι νῦν ἁπάντων κράτιστα καταλύσασθαι τὸν πόλεμον· ἥ τε γὰρ βουλὴ πᾶσα ὥρμηται τὴν κάθοδον ψηφίσασθαί σοι, καὶ ὁ δῆμος ἕτοιμός ἐστι νόμῳ κυρωθέντι λῦσαι τὴν ἀειφυγίαν.
现在你有可能以最完美的方式结束战争;因为整个元老院都渴望投票赞成你的归来,而人民也准备通过已批准的法律来解除你的永久流放。
τί οὖν ἔτι κωλύει σε τὰς ἡδίστας καὶ τιμιωτάτας ὄψεις τῶν ἀναγκαιοτάτων σωμάτων ἀπολαβεῖν καὶ κεκομίσθαι τὴν περιμάχητον πατρίδα ἄρχειν τε ὥσπερ σοι προσῆκεν ἀρχόντων καὶ ἡγεῖσθαι ἡγεμόνων παισί τε καὶ ἐγγόνοις μέγιστον αὔχημα καταλιπεῖν;
那么,是什么还在阻碍你重新见到你最亲密之人的最甜美、最珍贵的容貌,收回那人人争夺的祖国,并如你所应当的那样,统治统治者、领导领导者,并为你的子孙后代留下最大的骄傲?
τούτων μέντοι τῶν ὑποσχέσεων ἡμεῖς ἐγγυηταὶ πασῶν ἐσμεν ὡς αὐτίκα μάλα γενησομένων.
然而,我们是所有这些承诺的担保人,它们很快就会实现。
νῦν μὲν γὰρ οὐχὶ καλῶς εἶχε ψηφίσασθαί §8.25.5σοι τὴν βουλὴν ἢ τὸν δῆμον οὐθὲν ἐπιεικὲς ἢ μέτριον, ἕως ἀντιπαρεστρατοπέδευκας ἡμῖν καὶ τὰ πολεμίων ἔργα δρᾷς· εἰ δʼ ἀποσταίης τῶν ὅπλων, ἥξει σοι τὸ περὶ τῆς καθόδου ψήφισμα φερόμενον ὑφʼ ἡμῶν οὐκ εἰς μακράν.
因为,只要你依然与我们对峙安营扎寨、并做出敌对行为,元老院或人民为你投票通过任何宽大或适度的法案都是不合时宜的;但如果你能放下武器,关于你归来的决议案很快就会由我们带到你面前。