§7.71.1ἕτερος μὲν οὖν ἀποχρῆν ἂν ὑπέλαβε καὶ αὐτὰ τὰ νῦν πραττόμενα ἐν τῇ πόλει μηνύματα οὐ μικρὰ τῶν παλαιῶν ἐπιτηδευμάτων ὑπολαβεῖν·
那么,换作别人,或许会认为,仅仅把目前城邦中实际举行的这些仪式本身视为古代惯行的小不无裨益的迹象就已经足够了。
ἐγὼ δʼ, ἵνα μή τις ἀσθενῆ τὴν πίστιν εἶναι ταύτην ὑπολάβῃ κατʼ ἐκείνην τὴν ἀπίθανον ὑπόληψιν, ὅτι παντὸς τοῦ Ἑλληνικοῦ κρατήσαντες ἀσμένως ἂν τὰ κρείττω μετέμαθον ἔθη τῶν ἐπιχωρίων ὑπεριδόντες, ἐξ ἐκείνου ποιήσομαι τοῦ χρόνου τὴν τέκμαρσιν, ὅτʼ οὔπω τὴν τῆς Ἑλλάδος εἶχον ἡγεμονίαν οὐδὲ ἄλλην διαπόντιον οὐδεμίαν ἀρχήν, Κοίντῳ Φαβίῳ βεβαιωτῇ χρώμενος καὶ οὐδεμιᾶς ἔτι δεόμενος πίστεως ἑτέρας·
但我为了不让任何人因为那种不可信的设想——即由于征服了整个希腊世界,他们便会轻视本国习俗,乐意地重新学习并采用更优越的习俗——而认为这一证明不够有力,我将从那个他们尚未拥有对希腊的霸权,也没有任何其他海外统治权的时代来做出推论。 为此我将以昆图斯·法比乌斯为保证人,不再需要任何其他证据。
παλαιότατος γὰρ ἁνὴρ τῶν τὰ Ῥωμαϊκὰ συνταξαμένων, καὶ πίστιν οὐκ ἐξ ὧν ἤκουσε μόνον, ἀλλὰ καὶ ἐξ ὧν αὐτὸς ἔγνω παρεχόμενος.
因为此人是编纂罗马历史的人中最古老的一位,他所提供的证据不仅来自他所听闻的事,也来自他自己亲身经历的事。
§7.71.2ταύτην δὴ τὴν ἑορτὴν ἐψηφίσατο μὲν ἡ βουλὴ τῶν Ῥωμαίων ἄγειν, ὡς καὶ πρότερον ἔφην, κατὰ τὰς γενομένας εὐχὰς ὑπὸ τοῦ δικτάτορος Αὔλου Ποστομίου, ὅτʼ ἔμελλεν ἀγωνίζεσθαι πρὸς τὰς ἀποστάσας Λατίνων πόλεις κατάγειν ἐπιχειρούσας Ταρκύνιον ἐπὶ τὴν ἀρχήν·
正如我此前所说,罗马元老院通过决议举行这一节日,是根据独裁官奥卢斯·波斯图米乌斯在准备与那些企图恢复塔克文统治而叛乱的拉丁人城邦交战时所作的许愿。
ἀναλοῦσθαι δʼ ἔταξε καθʼ ἕκαστον ἐνιαυτὸν εἴς τε τὰς θυσίας καὶ τοὺς ἀγῶνας ἀργυρίου πεντακοσίας μνᾶς· καὶ μέχρι τοῦ Φοινικικοῦ πολέμου ταῦτʼ ἐδαπάνων εἰς τὴν ἑορτήν.
元老院规定,每年为祭祀和竞技支出五百米纳银子;直到第一次布匿战争,他们一直为这个节日支出这一数额。
§7.71.3ἐν δὲ ταῖς ἱεραῖς ἡμέραις ταύταις πολλὰ μὲν καὶ ἄλλα ἐγίνετο νόμοις Ἑλληνικοῖς κατὰ τε πανηγυρισμοὺς καὶ ξένων ὑποδοχὰς καὶ ἐκεχειρίας, ἃ πολὺ ἂν ἔργον εἴη λέγειν, τὰ δὲ περὶ πομπήν τε καὶ θυσίαν καὶ τὰ κατὰ τοὺς ἀγῶνας·
在这些神圣的日子里,按照希腊的习俗,在节日集会、款待外宾和休战等方面还举行了许多其他活动,这些活动若要一一细说将是一件繁重的工作。 但我将叙述关于游行、祭祀以及竞技的事。
ἀπόχρη γὰρ ἐκ τούτων καὶ τὰ μὴ λεχθέντα ἐξετάζειν·
因为从这些事中,足以推知那些未被提及的事。
τοιάδε.
它们如下: