Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.70.1-7.70.5

节日记述与罗马源自希腊之考证

第 573 段,共 962 段 · 希腊语

内容简介

作者在叙述罗马节日时,表明其意在通过分析罗马人未曾改变的宗教仪式,从历史学角度确证罗马并非源自蛮族,而是源于希腊这一论点。

§7.70.1ἐπεὶ δὲ κατὰ τοῦτο γέγονα τῆς ἱστορίας τὸ μέρος, οὐκ οἴομαι δεῖν τὰ περὶ τὴν ἑορτὴν ἐπιτελούμενα ὑπʼ αὐτῶν παρελθεῖν, οὐχ ἵνα μοι χαριεστέρα γένηται προσθήκας λαβοῦσα θεατρικὰς καὶ λόγους ἀνθηροτέρους ἡ διήγησις, ἀλλʼ ἵνα τῶν ἀναγκαίων τι πιστώσηται πραγμάτων, ὅτι τὰ συνοικίσαντα ἔθνη τὴν Ῥωμαίων πόλιν Ἑλληνικὰ ἦν ἐκ τῶν ἐπιφανεστάτων ἀποικισθέντα τόπων, ἀλλʼ οὐχ ὥσπερ ἔνιοι νομίζουσι βάρβαρα καὶ ἀνέστια·
既然我已经写到了历史的这一部分,我认为不应该忽略他们为这一节日所举行的仪式。 这并不是为了让我的叙述通过增加戏剧性的添加和更华丽的言词而变得更加动人,而是为了证实一个必不可少的事实,即共同建立罗马城的那些族群是希腊人,他们是从最显赫的地方迁徙而来的殖民者,而不是像某些人所认为的那样是野蛮且无家可归的漂泊者。
§7.70.2ὑπεσχόμην γὰρ ἐπὶ τῷ τέλει τῆς πρώτης γραφῆς, ἣν περὶ τοῦ γένους αὐτῶν συνταξάμενος ἐξέδωκα, μυρίοις βεβαιώσειν τεκμηρίοις τὴν πρόθεσιν, ἔθη καὶ νόμιμα καὶ ἐπιτηδεύματα παλαιὰ παρεχόμενος αὐτῶν, ἃ μέχρι τοῦ κατʼ ἐμὲ φυλάττουσι χρόνου, οἷα παρὰ τῶν προγόνων ἐδέξαντο·
因为我在关于他们起源的第一部著作(即我撰写并发表的那部)的末尾曾许诺,要用无数的证据来确证我的意图,方法就是展示他们古老的风俗、法律和惯行,这些东西他们一直保存到我所处的时代,正如他们从祖先那里继承的那样。
οὐχ ἡγούμενος ἀποχρῆν τοῖς ἀναγράφουσι τὰς ἀρχαίας καὶ τοπικὰς ἱστορίας, ὡς παρὰ τῶν ἐπιχωρίων αὐτὰς παρέλαβον, ἀξιοπίστως διελθεῖν, ἀλλὰ καὶ μαρτυριῶν οἰόμενος αὐταῖς δεῖν πολλῶν καὶ δυσαντιλέκτων, εἰ μέλλουσι πισταὶ §7.70.3φανήσεσθαι.
我认为,对于记载古代和地方历史的人来说,仅仅按照从当地人那里听到的情况来合乎信誉地叙述是不够的,而是认为,如果这些历史想要显得令人信服,就还需要许多无可辩驳的见证。
ἐν αἷς πρῶτα καὶ κυριώτατα πάντων εἶναι πείθομαι τὰ γινόμενα καθʼ ἑκάστην πόλιν περὶ θεῶν καὶ δαιμόνων πατρίους σεβασμούς.
在这些见证中,我深信首要且最核心的就是在每个城邦中举行的、关于神明和神灵的祖传崇拜。
ταῦτα γὰρ ἐπὶ μήκιστον χρόνον διὰ φυλακῆς ἔχει Ἑλλάς τε καὶ βάρβαρος χώρα, καὶ οὐθὲν ἀξιοῖ καινοτομεῖν εἰς αὐτὰ ὑπὸ §7.70.4δείματος κρατουμένη μηνιμάτων δαιμονίων.
因为无论是希腊还是野蛮人的土地,都极长久地坚守着这些,并且在对神明愤怒的恐惧支配下,绝不敢对它们进行任何革新。
μάλιστα δὲ τοῦτο πεπόνθασιν οἱ βάρβαροι διὰ πολλὰς αἰτίας, ἃς οὐ καιρὸς ἐν τῷ παρόντι λέγειν, καὶ χρόνος οὐθεὶς μέχρι τοῦ παρόντος ἀπομαθεῖν ἢ παρανομῆσαί τι περὶ τοὺς ὀργιασμοὺς τῶν θεῶν ἔπεισεν οὔτʼ Αἰγυπτίους οὔτε Λίβυας οὔτε Κελτοὺς οὔτε Σκύθας οὔτʼ Ἰνδοὺς οὔτʼ ἄλλο βάρβαρον ἔθνος οὐδὲν ἁπλῶς· εἰ μή τινες ὑφʼ ἑτέρων ἐξουσίᾳ ποτὲ γενόμενοι τὰ τῶν κρατησάντων ἠναγκάσθησαν ἐπιτηδεύματα μεταλαβεῖν.
野蛮人由于许多原因尤其如此,此时并非详述这些原因的良机,而且直到现在,没有任何时间曾说服过埃及人、利比亚人、凯尔特人、塞人、印度人,乃至根本没有说服过任何其他野蛮民族,让他们忘却或违反关于神明祭祀仪轨的任何规定;除非有些人曾一度处于他人的统治之下,被迫接受了征服者的惯例。
τῇ δὲ Ῥωμαίων πόλει τοιαύτης οὐδέποτε πειραθῆναι συνέβη τύχης, ἀλλʼ αὐτὴ τὰ δίκαια τάττει διὰ παντὸς ἑτέροις.
然而罗马城从未经历过这样的命运,相反,她自己始终在为他人制定公正的规则。
§7.70.5εἰ δὴ βάρβαρον αὐτῶν τὸ γένος ἦν, τοσούτου ἂν ἐδέησαν αὐτοὶ τὰ πατρῷα ἱερὰ καὶ τοὺς ἐπιχωρίους ἐθισμοὺς ἀπομαθεῖν, διʼ οὓς εἰς τοσαύτην προῆλθον εὐδαιμονίαν, ὥστε καὶ τοῖς ἄλλοις ἅπασιν, ὧν ἦρχον, ἐν καλῷ κατέστησαν τοὺς θεοὺς τοῖς σφετέροις τιμᾶν νομίμοις· καὶ οὐθὲν ἂν ἐκώλυσεν ἅπαν ἐκβεβαρβαρῶσθαι τὸ Ἑλληνικὸν ὑπὸ Ῥωμαίων ἑβδόμην ἤδη κρατούμενον ὑπʼ αὐτῶν γενεάν, εἴπερ ἦσαν βάρβαροι.
因此,如果他们的族群原本是野蛮的,他们不仅绝不会忘却那些使他们达到如此繁荣的祖传祭礼和本地习俗,反而会规定所有被他们统治的其他人都必须按照他们自己的法律来敬奉神明;而且,如果他们确实是野蛮人,那么已经落入他们统治达七代之久的整个希腊世界,也无法阻挡被罗马人完全野蛮化的命运。

词汇与语法注释

  1. 7.70.1οὐχ ἵνα μοι χαριεστέρα γένηται... ἀλλʼ ἵνα τῶν ἀναγκαίων τι πιστώσηται πραγμάτων — 目的连词 ἵνα 的重复使用。前半句的 ἵνα 从句表示否定的目的(“并不是为了让叙述通过戏剧性的添加而更动人”),后半句的 ἵνα 从句则对比性地指出真实目的(“而是为了证实必不可少的事实之一”)。这一结构强调了作者重视历史学的实证,而非单纯修辞上的美化。
  2. 7.70.2οὐχ ἡγούμενος ἀποχρῆν τοῖς ἀναγράφουσι... ἀξιοπίστως διελθεῖν, ἀλλὰ καὶ μαρτυριῶν οἰόμενος αὐταῖς δεῖν πολλῶν καὶ δυσαντιλέκτων — 由分词 ἡγούμενος 引导的宾格与不定式结构。其中无人称动词 ἀποχρῆν(ἀποχρή 的不定式,“足够”)以与格 τοῖς ἀναγράφουσι(“对于记录者们”)为对象,以不定式 διελθεῖν(“叙述”)为主语。随后的 ἀλλὰ... 部分中,分词 οἰόμενος 引导了另一个包含无人称动词 δεῖν(“需要”)的结构,其与格对象为 αὐταῖς(指代 ταῖς ἱστορίαις,“历史”),所需要的事物则由属格 μαρτυριῶν πολλῶν καὶ δυσαντιλέκτων 表示。
  3. 7.70.3διὰ φυλακῆς ἔχει — 介词 διά 连同属格名词 φυλακῆς 以及动词 ἔχει 组成的惯用表达,虽然主语是 Ἑλλάς τε καὶ βάρβαρος χώρα(希腊与野蛮人的土地)双主语,但动词采用了单数形式(与较近的主语一致,或将两者视为一个整体)。该表达等同于动词 φυλάττει,意为“(严密地)守护/保存”。
  4. 7.70.5τοσούτου ἂν ἐδέησαν αὐτοὶ τὰ πατρῷα ἱερὰ... ἀπομαθεῖν... ὥστε... — 带有 ἄν 的过去反事实条件句,使用了惯用表达 τοσούτου δέω(“远非……”)。句式 τοσούτου ἂν ἐδέησαν ... ἀπομαθεῖν 意为“他们绝不会忘却……(离忘却相差如此之远)”,并与随后的结果从句 ὥστε(“以至于反而……”)相结合,构成强烈的对比,表示“不仅没有忘却,反而甚至会强加于他人”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.70.1-7.70.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.70.1-7.70.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。