§7.57.1ταῦτα καὶ τὰ παραπλήσια τούτοις εἰπὼν ἐπαύσατο.
说完这些以及类似的话后,他便结束了发言。
τῶν δὲ βουλευτῶν οἱ μετʼ αὐτὸν ἀνιστάμενοι πλὴν ὀλίγων οἱ λοιποὶ ταύτῃ προσέθεντο τῇ γνώμῃ.
在他之后起立的元老院议员中,除了少数人之外,其余的人都赞同这一意见。
καὶ ἐπειδὴ τὸ προβούλευμα ἔδει γράφεσθαι, λόγον αἰτησάμενος ὁ Μάρκιος εἶπεν· οἷος μέν, ὦ βουλή, πρὸς τὰ κοινὰ ἐγὼ γέγονα, καὶ ὡς διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν εἰς τοῦτον τὸν κίνδυνον ἐλήλυθα, καὶ ὅτι παρὰ γνώμην ἀπήντηταί μοι τὰ παρʼ ὑμῶν, ἅπαντες ἴστε καὶ ἔτι μᾶλλον εἴσεσθε, ὅταν τὰ κατʼ ἐμὲ §7.57.2σχῇ τέλος.
当需要起草元老院决议草案时,马尔基乌斯请求发言,说道:“元老院的诸位啊,我对公共事务曾是怎样的人,以及我如何因对你们的善意而陷入了如今的危险,还有你们那边的态度如何违背了我的本意,这些你们大家都是知道的,而且当我的事情有了结局时,你们还会更加清楚。
ἐπεὶ δʼ ἡ Οὐαλερίου γνώμη νικᾷ, συνενέγκειε μὲν ταῦτα ὑμῖν, καὶ γενοίμην ἐγὼ κακὸς εἰκαστὴς τῶν ἐσομένων.
但既然瓦莱里乌斯的意见占了上风,愿这能给你们带来福祉,也愿我对将来的事情成为一个不灵验的预言者。
ἵνα δὲ καὶ ὑμεῖς οἱ τὸ προβούλευμα γράφοντες εἰδῆτε ἐφʼ οἷς παραδιδόναι με τῷ δήμῳ μέλλετε, κἀγὼ μὴ ἀγνοῶ, περὶ τίνος ἀγωνιοῦμαι, κελεύσατε δὴ τοὺς δημάρχους εἰπεῖν ἐναντίον ὑμῶν, τί τὸ ἀδίκημά ἐστιν, ἐφʼ οὗ μέλλουσί μου κατηγορεῖν, καὶ ποταπὸν ὄνομα ἐπιγράψουσι τῇ δίκῃ.
然而,为了让起草决议草案的你们也能知道,你们是以什么罪名准备将我移交给平民,同时让我也不至于不明白自己将要为何而战,请你们务必命令保民官在你们面前说明,他们企图指控我的罪行究竟是什么,以及他们要给这场诉讼冠以怎样的罪名。 ”