§7.46.1ἐῶ τἆλλα, ἀλλʼ ὑπὲρ αὐτοῦ σοῦ καὶ τῆς σῆς θεοβλαβείας τίνας οὐκ ἐποιήσαντο δεήσεις ἁπάντων κοινῇ τε καὶ καθʼ ἕκαστον τῶν δημοτικῶν παραιτούμενοί σε τῆς τιμωρίας;
其他事我且不提;但为了你自己以及你那被神降下天谴般的狂妄,平民之中有谁没有共同或单独地发出哀求,祈求免除对你的惩罚?
ἔπειτα τοῖς μὲν ὑπάτοις καὶ τῇ βουλῇ τοσαύτην πόλιν ἐπιτροπευούσῃ καλῶς εἶχεν, ὦ Μάρκιε, δικαστὴν τὸν δῆμον ὑπὲρ ὧν ἐνεκαλοῦντο ὑπομένειν, σοὶ δʼ ἆρʼ οὐχὶ καλῶς ἔχει;
再者,马尔基乌斯,对于治理如此大国的执政官和元老院而言,就他们所受的指控而甘愿接受民事法庭的审判是理所当然的,难道对你来说就不是理所当然的吗?
§7.46.2καὶ δεῖσθαί γε τῶν δημοτῶν ὑπὲρ ἀφέσεως τῆς σῆς οὗτοι μὲν ἅπαντες οὐδὲν αἰσχρὸν εἶναι νομίζουσι, σὺ δὲ διʼ αἰσχύνης λαμβάνεις τὸ αὐτὸ τοῦτο;
而为了你的免罪向平民哀求,这些高贵的人们全都认为这不是什么耻辱,你却把这同一件事视为耻辱吗?
καὶ οὐκ ἀπόχρη σοι ταῦτʼ, ὦ γενναῖε, ἀλλʼ ὥσπερ τι καλὸν ἐξειργασμένος ὑψαυχενῶν καὶ μεγαληγορῶν περιέρχῃ καὶ μηδὲν ὑφεῖναι τοῦ φρονήματος ἀπομαχόμενος·
高贵的人啊,难道这些对你来说还不够,你反而像做了什么伟大的事情一样,趾高气扬、大言不惭地四处走动,极力抗拒而不肯在傲慢上作丝毫妥协吗?
ἐῶ γάρ, ὅτι καὶ λοιδορούμενος τῷ δήμῳ καὶ προσεγκαλῶν καὶ ἀπειλῶν.
至于你对平民进行辱骂、追加指控并进行威胁,我且不予提起。
§7.46.3ἔπειτʼ οὐ νεμεσᾶτε αὐτῷ τῆς ὑπερηφανίας, ὦ πατέρες, εἰ τηλικούτων αὑτὸν ἀξιοῖ μόνος, ἡλίκων οὐδʼ ἅπαντες ὑμεῖς ἑαυτούς;
那么,诸位元老,如果唯独他一人自命不凡,企图享有连你们全体都未曾为自己要求的特权,难道你们不对他的傲慢感到愤怒吗?
ὃν ἐχρῆν, εἰ καὶ πάντες ὑμεῖς ἀνεδέχεσθε τὸν ὑπὲρ αὐτοῦ πόλεμον ψηφίσασθαι, τὸ μὲν εὔνουν καὶ πρόθυμον ὑμῶν ἀγαπᾶν, μὴ δέχεσθαι δὲ χάριν ἰδίαν ἐπὶ κοινῇ βλάβῃ, ἀλλʼ ὑπομένειν ἀπολογούμενον καὶ δίκην ὑπέχοντα εἰ δέοι καὶ πάντα §7.46.4πάσχοντα.
他本应当——即使你们全体都赞成并决定为了他而开战——感激你们的善意和热忱,而不应当为了个人的恩惠而损害公共利益,相反,他应当甘愿辩白、接受审判,并在必要时承受一切后果。
ταῦτα γὰρ ἦν ἔργα ἀγαθοῦ πολίτου καὶ τὸ καλὸν ἔργοις ἀσκοῦντος, οὐ λόγοις.
因为这些才是一个好公民、一个用行动而非言语践行美德之人的本分。
ἃ δὲ νῦν οὗτος βιάζεται, τίνος ἐστὶ σημεῖα βίου;
然而,这个男人如今强行索求的,是什么样生活的征兆?
ποίων μηνύματα προαιρέσεων, ὅρκους παραβαίνειν, δεξιὰς παρασπονδεῖν, ὁμολογίας ἀναιρεῖν, δήμῳ πολεμεῖν, εἰς ἀρχόντων σώματα ὑβρίζειν, καὶ μηδʼ ἐφʼ ἑνὶ τούτων τὸ σῶμα ὑπεύθυνον ποιεῖν, ἀλλʼ ἄκριτον ἀναπολόγητον μηδενὸς δεηθέντα μηθένα φοβηθέντα μηθενὶ τῶν τοσούτων πολιτῶν ἴσον γενόμενον ἀδεῶς περινοστεῖν;
又昭示了什么样的意图? ——违背誓言、背叛盟约、废除协定、与平民为敌、侮辱官员的身体,且不让自己的身体对其中任何一项罪行承担责任,反而未经审判、未作辩护、不求任何人、不惧任何人、不与如此众多的公民中的任何一个平等相待,而毫无畏惧地四处走动。
ἆρʼ οὐ τυραννικοῦ §7.46.5τρόπου σημεῖα ταῦτʼ ἐστίν;
难道这些不是僭主式性格的征兆吗?
ἔμοιγε δοκεῖ.
在我看来,的确如此。
καὶ τοῦτον ὅμως εἰσί τινες οἱ παραψύχοντες καὶ παρακροτοῦντες ἐξ ὑμῶν αὐτῶν, οἷς ἐντέτηκε τὸ πρὸς τοὺς δημοτικοὺς μῖσος ἀδιάλλακτον, καὶ οὐ δύνανται συνιδεῖν, ὅτι οὐθὲν μᾶλλον κατὰ τοῦ ταπεινοτέρου μέρους τῶν ἐν τῇ πόλει φύεται τουτὶ τὸ κακὸν ὡς καὶ κατὰ τοῦ σεμνοτέρου·
然而,在你们自己当中,居然还有一些人在安慰并怂恿他。 在这些人心中,对平民的仇恨早已根深蒂固、无可调和,他们无法看清,这种祸害在针对城邦中高贵阶层时的滋生,绝不亚于在针对卑微阶层时。
ἀλλʼ οἴονται τοῦ διαφόρου φύσει καταδουλωθέντος καὶ δὴ τὸ καθʼ ἑαυτοὺς ἕξειν ἀσφαλῶς.
相反,他们以为,一旦天生的对手被奴役,他们自身的安全就会得到保障。
§7.46.6οὐχ οὕτως ἔχει τἀληθές, ὦ γνώμης ἁμαρτάνοντες τῆς ἀρίστης·
事实并非如此,啊,你们这些迷失了最正确判断的人!
διδάσκαλον δὲ τὴν πεῖραν ἣν ὁ Μάρκιος παρέχεται καὶ τὸν χρόνον λαβόντες, ὀθνείοις θʼ ἅμα καὶ οἰκείοις σωφρονισθέντες παραδείγμασι γνοίητʼ ἄν, ὅτι μοσχευομένη κατὰ τοὺ δήμου τυραννὶς καθʼ ὅλης τῆς πόλεως μοσχεύεται, καὶ νῦν μὲν ἀφʼ ἡμῶν ἄρχεται, κρατήσασα δʼ οὐδʼ ὑμῶν φείσεται.
但若能以马尔基乌斯所提供的经历和时间为师,并被外邦的和本邦的先例所警醒,你们就会明白:针对平民而植下的僭主统治,实则是针对整个城邦而植下的;它如今虽从我们开始,但一旦得逞,也绝不会放过你们。