Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.45.1-7.45.5

德基乌斯对马尔基乌斯的指控与审判要求

第 547 段,共 962 段 · 希腊语

内容简介

德基乌斯指责马尔基乌斯蔑视护民官权能并诉诸暴力,要求他接受公民的公正审判。他敦促马尔基乌斯效法元老院以往的宽容,展现谦卑的态度。

§7.45.1καὶ οὐχὶ λέγειν μὲν ὁ Μάρκιος, ἐξ ὧν διαστήσει τὴν πόλιν, ἐπεχείρησε, πράττειν δʼ οὐχ οἷα ἔλεγεν ἐπεβάλετο, ἀλλὰ καὶ στῖφος ἀνθρώπων εἰς ἅπασαν ὑπηρεσίαν ἑτοίμων παρʼ ἑαυτῷ ἔχων, καλούμενος ἐπὶ τὴν ἀρχὴν ἡμῶν οὐκ ἀπαντᾷ, καὶ τοῖς ὑπηρέταις τοῖς ἡμετέροις, ὁπότε κελευσθέντες ἄγειν αὐτὸν ἐπιβάλλοιντο, πληγὰς ἐντρίβεται, καὶ οὐδὲ τῶν ἡμετέρων σωμάτων τὼ χεῖρε τελευτῶν ἀπέχεται.
马尔基乌斯并非只是企图说出那些使国家分裂的话,而没有着手实行他所说的事,相反,他不仅身边聚集了一群随时听候差遣的人,而且在被传唤到我们的官职面前时,他拒不出庭,每当我们的随从奉命企图带走他时,他便大打出手,最后甚至连我们的身体他也动手侵犯。
§7.45.2ὥστε περίεστιν ἡμῖν, τό γʼ ἐπὶ τοῦτον εἶναι μέρος, ὄνομα μὲν εὐπρεπὲς ἀσύλου ἀρχῆς ἐπὶ χλευασμῷ κείμενον ἔχειν, ἔργον δὲ τῶν ἀποδεδομένων τῇ ἀρχῇ μηδʼ ὁτιοῦν πράττειν.
结果,至少就他而言,我们徒有“神圣不可侵犯之官职”的虚名以供嘲弄,却根本无法履行该官职所赋予的任何职责。
πῶς δʼ ἂν ἑτέροις ἀδικεῖσθαι λέγουσι βοηθήσαιμεν, οἷς γε μηδʼ αὐτοῖς ὑπάρχει τἀσφαλές;
既然我们自己都得不到安全,又怎能去援助那些声称受了委屈的其他人呢?
ταύτας μέντοι τὰς ὕβρεις οἱ πένητες ὑβριζόμενοι πρὸς ἑνὸς ἀνδρὸς οὔπω τυραννοῦντος, ἀλλʼ ἔτι μέλλοντος, καὶ τὰ μὲν ἤδη πεπονθότες, ὦ βουλή, δεινά, τὰ δʼ εἰ μὴ τὸ πλεῖον ὑμῶν μέρος ἐμποδὼν ἐγένετο παρασχεδὸν ἐλθόντες παθεῖν, ἄρα εἰκότως ἀγανακτοῦμεν καὶ βοηθείας τινὸς οἰόμεθα δεῖν οὐκ ἄνευ τῆς ὑμετέρας συναγανακτήσεως τυχεῖν, ἐπὶ δίκην αὐτὸν ἴσην καὶ νόμιμον, ὦ βουλή, προσκαλούμενοι, περὶ ἣν ἅπασα ἡ πληθὺς μερισθεῖσα κατὰ φυλὰς λόγου δοθέντος τοῖς δεομένοις ἔνορκον ἐποίσει τὴν ψῆφον.
然而,诸位议员,我们这些穷人受到一个尚未篡权作乱、却仍图谋不轨的男子的如此侮辱,且已经遭受了可怕的痛苦,如果不是你们的大多数人予以阻拦,我们甚至几乎要遭受更惨的境遇,难道我们不应该感到愤慨,并认为在获得你们的共同愤慨的同时,也应当获得某种援助吗? 诸位议员,我们正传唤他接受公正而合法的审判。 关于这场审判,全体平民将按部落划分,在给有需要的人发言权之后,进行宣誓投票。
§7.45.3ἴθι ἐκεῖ, Μάρκιε, καὶ ταῦθʼ, ἃ μέλλεις λέγειν ἐνθάδε, πρὸς ἅπαντας τοὺς πολίτας ἀθρόους ἀπολογοῦ, εἴτε ὡς ἀπὸ τοῦ βελτίστου τὰ κράτιστα συνεβούλευες τούτοις καὶ συνήνεγκεν ἂν τῇ πόλει ταῦτα γενόμενα, εἴτε ὡς οὐκ ἔστι δίκαιον λόγων εὐθύνας ὑπέχειν τοὺς ἀποφαινομένους ἐνθάδε τὰς γνώμας, εἴτε ὡς οὐκ ἐκ προνοίας οὐδὲ ἐπιβουλῆς, ἀλλʼ ὀργῇ ἐπιτρέψας τὰ μιαρὰ ταῦτα παραινεῖν προήχθης, §7.45.4εἴθʼ ὁτιδήποτε ἄλλο ἀπολόγημα ἔχεις.
马尔基乌斯,去那里吧,并在全体公民集会面前,为你在这里将要说的话进行辩白:无论你是出于最善良的动机向这些人提出了最优秀的建议,且这些建议若能实现将对国家有益;还是认为在此处表明意见的人不应当为自己的言论接受审查;或者是由于你并没有深谋远虑或阴谋诡计,而是任由愤怒驱使才劝说这些令人发指的事;抑或你还有其他任何辩解之辞。
καταβίβασον ἀπὸ τῶν ὑπερηφάνων καὶ τυραννικῶν αὐχημάτων ἐκείνων σεαυτὸν ἐπὶ τὸ δημοτικώτερον, ὦ πονηρέ, καὶ ποίησον ἤδη ποτὲ τοῖς ἄλλοις ἀνθρώποις ὅμοιον.
你这恶棍,快从那些傲慢和僭主式的自夸中把自己降下来,变得更像平民,并且从现在起像个普通人一样。
ἡμαρτηκότος λαβὲ καὶ παραιτουμένου σχῆμα ταπεινὸν καὶ ἐλεεινόν, οἷον ἀπαιτοῦσιν αἱ συμφοραί. μὴ βιαζόμενος τοὺς κακῶς πεπονθότας, ἀλλʼ ὑπερχόμενος ἀξίου σώζεσθαι.
拿出犯错者和恳求者的谦卑而可怜的姿态,这是不幸的境遇所要求的;不要向遭受痛苦的人施加暴力,而是要温顺地迎合他们,使自己显得配得上获得救赎。
§7.45.5γενέσθω σοι παράδειγμα τῆς ἐπιεικείας, ᾗ χρώμενος ἂν εἴης πρὸς τοὺς ἅμα πολιτευομένους ἀνεπίληπτος, τὰ τῶν ἀγαθῶν τούτων ἔργα, οἳ τοσοῦτοι μὲν ὄντες τὸ πλῆθος, ὅσους νῦν αὐτὸς ὁρᾷς, τοσαύτας δʼ ἀρετὰς ἀποδεδειγμένοι καὶ πολεμικὰς καὶ πολιτικάς, ἃς οὐδʼ ἐν πολλῷ πάνυ χρόνῳ διελθεῖν ῥᾴδιον, οὐδὲν ὠμὸν οὐδʼ ὑπερήφανον ἐξήνεγκαν τέλος καθʼ ἡμῶν τῶν φαύλων καὶ ταπεινῶν οἱ σεμνοὶ καὶ μεγάλοι, ἀλλὰ καὶ λόγων ἦρξαν συμβατηρίων αὐτοὶ πρότεροι προτείνοντες διαλλαγάς, ὅτε διεῖλεν ἡμᾶς ἀπʼ ἀλλήλων ἡ τύχη, καὶ τὰς συμβάσεις οὐχ ὡς ἑαυτοῖς ὑπελάμβανον ἄριστα ἕξειν, ἀλλʼ ὡς ἡμεῖς ἠξιοῦμεν συνεχώρησαν γενέσθαι, καὶ τὰ τελευταῖς ταυτὶ τὰ περὶ τὴν σιτοδοσίαν ἔναγχος τοῦ χρόνου προσκρούματα, ἐφʼ οἷς διʼ αἰτίας εἴχομεν αὐτούς, περὶ πολλοῦ ἐποιήσαντο ἀπολύσασθαι.
愿这些杰出人士的所作所为成为你宽容的典范,若能以此行事,你对同胞公民而言将是无可指责的。 他们的人数就如你现在所见之多,且展现了如此多的军功与政治美德,即便花很长的时间也难以悉数,然而这些庄严而伟大的人们,对我们这些卑微低下的人没有做出任何残酷和傲慢的结局。 相反,当命运将我们彼此分离时,他们自己首先开启了和解的话语,主动提出妥协;而且他们同意达成协议,不是按照他们认为对自己最好的方式,而是按照我们所要求的那样得以实现;此外,对于最近在谷物供应上发生的冲突,我们曾因此怪罪于他们,他们也极力争取澄清自己。

词汇与语法注释

  1. p.v.3p.67καὶ οὐχὶ λέγειν μὲν — 这是一种从部分否定走向强烈肯定的句式:“并非一方面……而另一方面不……,而是甚至……”。否定词 οὐχὶ 否定了 μὲν 从句(λέγειν)与 δέ 从句(πράττειν δʼ οὐχ)之间的整个对比,随后由 ἀλλὰ καὶ 引入进一步的递进。
  2. 1410τό γʼ ἐπὶ τοῦτον εἶναι μέρος — 限制性、副词性使用的绝对宾格惯用语(类似于 τό ἐπʼ ἐμέ εἶναι “就我而言”)。意为“至少就他而言”或“在取决于他的范围内”。
  3. 1412γενέσθω σοι παράδειγμα — 句首的三人称单数命令式 γενέσθω 的主语是句末的复数名词 τὰ ἔργα。由于主语是中性复数名词,因此动词使用单数形式(γενέσθω)一致(即所谓的“雅典语法”)。夹在中间的关系从句(ᾗ χρώμενος...)和作为表语名词的先行词(παράδειγμα)拉开了动词与主语(τὰ ἔργα)的距离,阅读时需注意其结构。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.45.1-7.45.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.45.1-7.45.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。