§7.44.1τὰς γὰρ ὑπὲρ τῆς ὁμονοίας τῇ βουλῇ ἀκινήτους ὁμολογίας καὶ μόνον οὐκ ἀδαμαντίνοις δεσμοῖς ἠσφαλισμένας, ἃς οὔτε ὑμῖν τοῖς ὀμωμοκόσιν οὔτε τοῖς ἐξ ὑμῶν ἐσομένοις καταλύειν θέμις, ἕως ἂν ἡ πόλις ἥδε οἰκῆται, πρῶτος ἐπεχείρησε λύειν ἐξ ὑμῶν οὑτοσὶ Μάρκιος οὔπω τέταρτον ἔτος ἐξ οὗ γεγενημένας, οὐ σιγῇ πράττων τὴν κατάλυσιν, οὐδʼ εἰς ἀφανές που καταδὺς χωρίον, ἀλλʼ ἀναφανδὸν ἐν τῷδε τῷ τόπῳ πάντων παρόντων ὑμῶν γνώμην ἀποφηνάμενος, ὡς χρὴ τὴν δημαρχικὴν ἐξουσίαν μηκέτι συγχωρεῖν ἡμῖν, ἀλλʼ ἀνελεῖν, ᾗ πρώτῃ καὶ μόνῃ τῆς ἐλευθερίας φυλακῇ
因为与元老院为了和睦而达成的、不可动摇的、且几乎由金刚石之锁链固定的协议——这些协议无论是对于发了誓的你们,还是对于你们将来的子孙,只要这座城市还有人居住,在神律上都是不容许废除的——你们当中的这位马尔基乌斯,在这些协议达成还不到四年的时候,就首当其冲地企图予以废除。 他并非暗中进行这一废除,也不是躲藏在某个隐秘的地方,而是在你们众人都在场的这个地方公开表明意见,声称不应当再向我们让步保留护民官的权力,而应当予以取消。
§7.44.2πιστεύσαντες ἐποιησάμεθα τὰς διαλύσεις.
而我们正是信赖这一权力作为我们自由的首要且唯一的保障,才达成了和解。
καὶ οὐκ ἐνταῦθʼ ἔστη τῆς ἀλαζονείας, ἀλλʼ ὕβριν τὴν ἐλευθερίαν τῶν πενήτων καὶ τυραννίδα τὴν ἰσηγορίαν ὀνομάζων ἀφελέσθαι παρῄνει ταύτην ὑμῖν.
他的傲慢并没有止步于此,而是将穷人的自由称为“放肆”,将言论平等称为“僭主统治”,并奉劝你们夺走这权利。
ὃ δὲ πάντων ἀνοσιώτατον ἦν τῶν τότε ὑπὸ τούτου ἀξιωθέντων, ἀναμνήσθητε, ὦ πατέρες, ὅτʼ ἀπέφαινε καλὸν εἶναι καιρὸν ἀπομηνμονεῦσαι πρὸς τὸ δημοτικὸν ἁπάσας τὰς ἐπὶ τοῖς προτέροις ἐγκλήμασιν ὀργάς, καὶ παρῄνει νῦν, ἐν ᾧ τετρύχωταί θʼ ὑπʼ ἀχρηματίας καὶ πολὺν ἤδη χρόνον τῆς ἀναγκαίου σπανίζεται τροφῆς, ἅπαν αὐτὸ ἐπιτρῖψαι, διακατασχόντας ἐπὶ τῆς αὐτῆς ἀπορίας τῶν §7.44.3ἐπιτηδείων τὴν ἀγοράν.
诸位父亲,请回忆起他当时提出的所有要求中最为不敬的一项,当时他声称,这正是让平民为先前的罪行尝到所有愤怒恶果的绝佳时机,并奉劝在如今他们因缺钱而疲惫不堪、且早已缺乏必需粮食的时候,通过让市场维持同样的生活物资匮乏状态,将他们彻底消灭。
οὐ γὰρ ἀνθέξειν ἡμᾶς ἐπὶ πολὺν χρόνον ὀλίγα σιτία πολλοῦ ὠνουμένους ἀργυρίου πένητας ἀνθρώπους, ἀλλὰ τοὺς μὲν οἰχήσεσθαι τὴν πόλιν ἐκλείποντας, ὅσοι δʼ ἂν ὑπομείνωσι τῷ κακοδαιμονεστάτῳ διαφθαρήσεσθαι τῶν μόρων.
因为他说,我们这些穷人买着高价的微薄粮食,是支撑不了多久的,有的人会离开城市而消失,而留下的人则将以最悲惨的方式死于饥馑。
οὕτω δʼ ἄρα παρεφρόνει καὶ θεοβλαβὴς ἦν ταῦτα πείθων ὑμᾶς, ὥστʼ οὐδʼ ἐκεῖνο ἠδυνήθη καταμαθεῖν, χωρὶς τῶν ἄλλων ὧν προσετρίβετο τὰς τῆς βουλῆς σπονδὰς λύειν ἀξιῶν, ὅτι πένητες ἄνθρωποι τῆς ἀναγκαίου τροφῆς ἀποκλειόμενοι τοσοῦτοι τὸ πλῆθος ὄντες ὁμόσε χωρεῖν ἀναγκασθήσονται τοῖς αἰτίοις τῆς συμφορᾶς οὐθὲν ἔτι φίλιον ἡγούμενοι.
由此可见,他在劝说你们这些事时是多么疯狂且受神谴,以至于他连这一点都未能察觉——且不说他因要求废除元老院条约而招致的其他后果——即:穷人一旦被断绝了必要的粮食,且人数如此众多,就必然会被迫与造成这场灾祸的人正面交锋,而不再顾及任何友好情谊。
§7.44.4ὥστʼ εἰ μανέντες ὑμεῖς ἐπεκυρώσατε τὰς γνώμας αὐτοῦ, μηθὲν ἂν γενέσθαι τὸ διὰ μέσου, ἀλλʼ ἤτοι τὸ δημοτικὸν ἀπολωλέναι πλῆθος ἅπαν, ἢ μηδὲ τὸ τῶν πατρικίων περιλελεῖφθαι γένος.
因此,如果你们丧失理智地批准了他的意见,其间就绝无妥协的余地,要么是全体平民彻底灭亡,要么是连贵族的族系也无法幸存。
οὐ γὰρ ἂν οὕτως ἀνδραποδωδῶς παρέσχομεν ἑαυτούς, οἱ μὲν ἐκπεσεῖν, οἱ δʼ ἀποθανεῖν, ἀλλὰ θεοὺς μάρτυρας ὧν ἐπάσχομεν καὶ δαίμονας ἐπικαλεσάμενοι, πολλῶν ἂν ἐξεπληρώσαμεν, εὖ ἴστε, τὰς ἀγορὰς καὶ τοὺς στενωποὺς νεκρῶν, καὶ μέγαν αἵματος κρατῆρα πολιτικοῦ στήσαντες οὕτως ἂν ἐδεξάμεθα τὴν ὀφειλομένην μοῖραν.
因为我们绝不会如此奴性地任人宰割,有的被驱逐,有的被杀死,相反,我们会呼求神明和守护神作为我们所受苦难的见证,我们必定会用许多—— 确信吧——尸体填满广场和狭窄的街道,并在立起一座盛满同胞之血的巨大混和盆之后,以此种方式接受我们应得的命运。
τοιούτων ὑμῖν δυσσεβημάτων εἰσηγητής, ὦ πατέρες, ἐγένετο, καὶ τοιαῦτα δημηγορεῖν ᾤετο δεῖν.
诸位父亲,他成了向你们提出如此不敬恶行的人,且认为自己应当发表这样的演说。