§7.40.1οὐ λανθάνει μὲν ἡμᾶς, ὦ βουλή, τὸ συμβησόμενον, ὅτι διʼ αἰτίας ἐσόμεθα παρὰ τῷ δήμῳ τῆς εἰς ὑμᾶς ἀφίξεως ἕνεκα, καὶ κατήγορον ἕξομεν τοῦ προβουλεύματος ἄνδρα τὴν αὐτὴν ἐξουσίαν ἔχοντα ἡμῖν, ὃς οὐκ ᾤετο δεῖν, ἃ δίδωσιν ἡμῖν ὁ νόμος, ταῦτα παρʼ ὑμῶν αἰτεῖν, οὐδʼ ἐν εὐεργεσίας μέρει τὸ δίκαιον λαμβάνειν.
元老院的议员们,对于将要发生的事,我们并非不清楚,那就是:因为来到你们这里,我们将在平民中遭受指责,并且会有一个与我们拥有同等权力的人(西基尼乌斯)来指控我们的预案,他认为不应该向你们请求法律已经赋予我们的东西,也不应该把正义当作恩惠来接受。
κίνδυνον δʼ οὐ τὸν ἐλάχιστον ἀναρρίψομεν εἰς δίκην ὑπαχθέντες, ἀλλʼ ὡς αὐτόμολοι καὶ προδόται καταγνωσθέντες τὰ αἴσχιστα πεισόμεθα.
而且,当我们被带上法庭时,我们将冒着极大的危险;相反,在被定罪为逃兵和叛徒之后,我们将遭受最耻辱的惩罚。
§7.40.2ἀλλὰ καίπερ ἐπιστάμενοι ταῦτα, ὅμως ὑπεμείναμεν εἰς ὑμᾶς ἐλθεῖν τῷ τε δικαίῳ πεποιθότες καὶ τοῖς ὅρκοις ἐπιτρέψαντες, οἷς ὀμόσαντες οἴσετε τὰς γνώμας.
然而,尽管我们知道这些,我们依然忍受着来到你们面前,这既是因为我们信任正义,也是因为我们将自己托付给了你们在宣誓后进行投票的誓言。
φαῦλοι μὲν οὖν ἡμεῖς γʼ ὡς περὶ τηλικούτων καὶ τοσούτων λέγειν καὶ πολὺ τοῦ προσήκοντος ἐνδεέστεροι, τὰ δὲ πράγματα οὐ φαῦλα, ὑπὲρ ὧν λέξομεν.
对于谈论如此重大且众多的事务,我们本身确实微不足道,也远未达到应有的水平,但我们要谈论的事情却绝非微不足道。
τούτοις οὖν προσέχετε τὸν νοῦν, καὶ ἐὰν ὑμῖν δόξῃ δίκαιά τε καὶ συμφέροντα τῷ κοινῷ, προσθήσω δʼ ὅτι καὶ ἀναγκαῖα, συγχωρήσατε ἡμῖν αὐτῶν τυχεῖν ἑκόντες.
因此,请你们关注这些事情,如果你们认为它们既公正又符合公共利益——我还要加上一句,也是必不可少的——就请你们心甘情愿地允许我们获得它们。