§7.31.1ἵνα δὲ μᾶλλον ὑμῖν γένηται φανερόν, ὅτι οὐθὲν οὔτε μέτριον οὔτε δίκαιον ἀξιοῦσιν οἱ δημαγωγοί, ἀλλὰ παρανόμων τε καὶ ἀδυνάτων ἐφίενται μετενέγκαντες τὸ πρᾶγμα ἐφʼ ἑαυτούς, οὕτω σκοπεῖτε καὶ ὑπολάβετε τοὺς μετέχοντας τοῦ συνεδρίου τοῖς ἐν ὑμῖν πολιτευομένοις ἐγκαλεῖν, ὅτι πονηροὺς κατὰ τῆς βουλῆς διατίθενται λόγους ἐν ὑμῖν καὶ καταλύουσι τὴν πάτριον ἀριστοκρατίαν, καὶ διαστασιάζουσι τὴν πόλιν, ἅπαντα ταῦτα λέγοντας ἀληθῆ· ποιοῦσι γὰρ ταῦτα· καὶ τὸ πάντων χαλεπώτατον, ὅτι δυναστείαν περιβάλλονται μείζονα τῆς συγκεχωρημένης αὐτοῖς ἄκριτον ἀποκτείνειν ἐπιχειροῦντες ὃν ἂν ἐθέλωσιν ἐξ ἡμῶν, καὶ ὅτι δεῖ §7.31.2τοὺς ταῦτα ποιοῦντας τεθνάναι νηποινί.
但是,为了向你们更清楚地表明,这些煽动者所要求的既不温和也不公正,而是渴望着非法且不可能的事,如果你们把事情套在自己身上,请这样思考并设想:设想元老院的成员们正在指控你们中间执政的人,说他们在你们中间散布针对元老院的恶毒言论,企图推翻祖传的贵族政治,并使城邦陷入内讧,而元老院议员们说这一切都是真实的(因为他们确实在做这些事);并且,最令人无法容忍的是,他们企图在未经审判的情况下杀死我们中他们想要的任何人,从而僭取了超出赋予他们的、更为庞大的权力,而且做这些事的人应当被处死且不免于惩罚。
πῶς ἂν ὑμεῖς ἐνέγκαιτε τὴν αὐθάδειαν τοῦ συνεδρίου;
你们将如何忍受元老院的这种傲慢?
καὶ τί ἂν εἴποιτε;
你们会说什么?
ἆρʼ οὐκ ἂν ἀγανακτήσαιτε καὶ δεινὰ φαίητε πάσχειν, εἰ τὴν παρρησίαν ἀφαιρήσεταί τις ὑμᾶς καὶ τὴν ἐλευθερίαν, τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον ἐπιθεὶς τοῖς ἐλευθέραν φωνὴν ὑπὲρ τοῦ δήμου φθεγξαμένοις;
如果有人夺走你们的发言权和自由,对为了平民而自由执言的人课以终极的危险,难道你们不会愤慨并说自己遭受了可怕的待遇吗?
§7.31.3οὐκ ἔνεστʼ ἄλλως εἰπεῖν.
“别无他法。
ἔπειθʼ ἃ παθεῖν οὐκ ἂν ὑπομείναιτε αὐτοί, ταῦθʼ ἑτέρους πάσχοντας ἀνέχεσθαι δικαιοῦτε;
”那么,你们自己绝不忍受的遭遇,难道你们认为让别人承受就是公正的吗?
πολιτικά γʼ, ὦ δημόται, καὶ μέτρια ὑμῶν τὰ βουλεύματα.
平民们,你们的图谋真是“合乎公民身份”且“温和”啊!
τοιαῦτʼ ἀξιοῦντες οὐκ αὐτοὶ βεβαιοῦτε τὰς καθʼ ἑαυτῶν διαβολὰς ἀληθεῖς εἶναι, καὶ τοὺς συμβουλεύοντας τὴν παράνομον ὑμῶν δυναστείαν μὴ περιορᾶν αὐξομένην, τὰ δίκαια τῷ κοινῷ §7.31.4φρονοῦντας ἀποδείκνυτε;
通过提出这样的要求,你们自己不正是证实了针对你们的诽谤是真实的,并且证明了那些建议不要放任你们非法权力膨胀的人,是对共同体怀着公正想法的人吗?
ἐμοὶ μὲν γὰρ δοκεῖ.
因为在我看来确实如此。
ἀλλʼ εἴ γε τἀναντία βούλεσθε ὧν διαβέβλησθε ποιεῖν, ἐμοὶ συμβούλῳ χρησάμενοι μετριάσατε καὶ τοὺς λόγους, ἐφʼ οἷς ἄχθεσθε, πολιτικῶς καὶ μὴ δυσοργήτως ἐνέγκατε.
但如果你们想做出与被诽谤的内容相反的行为,请接受我作为顾问,保持温和,并以符合公民身份、而非愤怒的方式去承受那些让你们不快的言语。
περιέσται γὰρ ὑμῖν μέν, εἰ τοῦτο ποιήσετε, ἀγαθοῖς εἶναι δοκεῖν, τοῖς δʼ ἀπεχθῶς διακειμένοις πρὸς ὑμᾶς μετανοεῖν.
因为如果你们这样做,结果将会使你们显得是善良的人,而对那些仇视你们的人来说则会使其后悔。