§7.23.1εἰ δέ τισιν ὑμῶν δεινὰ μὲν τὰ τοῦ δήμου ἔργα εἶναι δοκεῖ, καὶ κωλύεσθαι αὐτὸν οἴονται δεῖν τὰ λοιπὰ ἐξαμαρτάνοντα, δέος δʼ εἰσέρχεται, μὴ δόξωσι λύειν τὰς ὁμολογίας πρότεροι καὶ παραβαίνειν τοὺς ὅρκους, γνώτωσαν, ὅτι οὐκ ἄρχοντες, ἀλλʼ ἀμυνόμενοι, οὐδʼ ἀναιροῦντες τὰς ὁμολογίας, ἀλλὰ τοὺς ἀνῃρηκότας τιμωρούμενοι, ἀναίτιοί τε πρὸς θεοὺς ἔσονται καὶ ἐπὶ τῷ σφετέρῳ συμφέροντι τὰ δίκαια πράξουσι.
如果你们中的有些人一方面认为平民的所作所为极为可怕,并认为必须阻止他们继续犯错,但另一方面心中又产生恐惧,担心自己会显得是首先撕毁协议并违背誓言的人,那么让他们知道,既然他们不是始作俑者而是自卫,也不是废除协议而是惩罚那些废除协议的人,他们对神灵将是无可指责的,并且会为了自己的利益而行正义之事。
§7.23.2μέγα δʼ ὑμῖν γενέσθω τεκμήριον, ὅτι τοῦ λύειν τὰς ὁμολογίας καὶ παρασπονδεῖν οὐχ ὑμεῖς, ἀλλὰ τὸ δημοτικὸν ἄρχει μέρος οὐκ ἀξιοῦν ἐμμένειν, ἐφʼ οἷς εὕρετο τὴν κάθοδον·
请把这一点作为你们的有力证据:首先撕毁协议和违背条约的不是你们,而是平民一方,他们不愿遵守让他们得以返回的条件。
οὐ γὰρ ἐπὶ τῷ κακῶς δρᾶσαι τὴν βουλήν, ἀλλʼ ἐπὶ τῷ μὴ ὑπʼ ἐκείνης κακοῦσθαι τὴν τῶν δημάρχων ἐξουσίαν ᾐτήσατο.
因为他们要求设立护民官的权力,并不是为了伤害元老院,而是为了不受到元老院的伤害。
χρῆται δʼ αὐτῇ οὐκέτι εἰς ἃ δεῖ οὐδʼ ἐφʼ οἷς εὕρετο, ἀλλʼ ἐπὶ διαφθορᾷ §7.23.3καὶ συγχύσει τῆς πατρίου πολιτείας.
但他们不再将这一权力用于应该用的地方,也不用于它被授予的初衷,而是用于摧毁和混淆祖传的宪政。
μέμνησθε γὰρ δήπου τὴν νεωστὶ γενομένην ἐκκλησίαν καὶ τοὺς ὑπὸ τῶν δημαγωγῶν ῥηθέντας ἐν αὐτῇ λόγους, ὅσην ἐπεδείξαντο αὐθάδειάν τε καὶ ἀκοσμίαν, καὶ νῦν, ἐφʼ οἵου εἰσὶν αὐχήματος οἱ μηδὲν ὑγιὲς φρονοῦντες, ἐπειδὴ ἔγνωσαν, ὡς ἐν τῇ ψήφῳ ἐστὶν ἅπαν τὸ τῆς πόλεως κράτος, ἧς αὐτοὶ κρατήσουσι πλείους ἡμῶν ὄντες.
因为你们一定还记得最近举行的公民大会,以及煽动家们在会上发表的言论,他们表现出了何等傲慢与无序;而现在,那些毫无健全思想的人是何等自大,因为他们意识到,城邦的全部权力都在于投票,而他们由于人数多于我们,将主宰这一投票。
§7.23.4τί οὖν καταλείπεται ποιεῖν ἡμῖν ἀρξάντων ἐκείνων παρασπονδεῖν καὶ παρανομεῖν, εἰ μὴ τὸ ἀμύνεσθαι τοὺς ἄρξαντας, καὶ ἃ τέως ἀδίκως ἔχουσιν ἀφελέσθαι σὺν δίκῃ, καὶ εἰς τὸ λοιπὸν παῦσαι πλειόνων ἐφιεμένους·
因此,在他们首先违背条约和违法的情况下,除了对首恶者进行自卫、依法收回他们迄今为止不当占有的一切,并制止他们今后奢求更多之外,还留给我们什么可做的呢?
χάριν εἰδότας τοῖς θεοῖς, ὅτι οὐκ εἴασαν αὐτοὺς τὰ πρῶτα πλεονεκτήσαντας εἰς τὰ λοιπὰ σωφρονεῖν, ἀλλὰ ταύτην ἐνέβαλον αὐτοῖς τὴν ἀναισχυντίαν τε καὶ πολυπραγμοσύνην, ὑφʼ ἧς ὑμεῖς ἀναγκασθέντες τά τʼ ἀπολωλότα πειρᾶσθε ἀναλαβεῖν, καὶ τὰ λοιπὰ διʼ ἧς προσῆκε φυλακῆς λαβεῖν.
我们应当感谢神明,因为神明没有允许他们在获得最初的利益后在其余的事上保持克制,反而将这种无耻和多管闲事植入他们的心中,在这驱使下,你们被迫努力收复失去的一切,并以应有的防范来确保其余的安全。