§7.22.1ὅτι μὲν οὐχ ὑπʼ ἀνάγκης τε καὶ ἀπορίας βιασθεὶς ὁ δῆμος ἐποιήσατο τὴν ἀπόστασιν, ὦ πατέρες, ἀλλὰ πονηρᾷ ἐλπίδι ἐπαρθεὶς ὡς καταλύσων τὴν ἀριστοκρατίαν ὑμῶν καὶ πάντων αὐτὸς ἐσόμενος τῶν κοινῶν κύριος, σχεδὸν οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι τὰ περὶ τὰς διαλλαγὰς αὐτοῦ πλεονεκτήματα ὁρῶντας·
父老们,我认为你们几乎所有人在看到他们在和解中得寸进尺的要求时,都已意识到民众并不是被迫于无奈和匮乏才进行分离,而是被一种邪恶的希望所鼓舞,认为他们将摧毁你们的贵族政治,并由自己来主宰所有的公共事务。
ᾧ γʼ οὐκ ἀπέχρησε διαφθείραντι τὴν περὶ τὰ συμβόλαια πίστιν καὶ τοὺς ἐπὶ ταύτῃ κειμένους ἀνελόντι νόμους μηθὲν ἄλλο πολυπραγμονεῖν, καινὴν δὲ καταστησάμενος ἀρχὴν ἐπὶ τῷ καθελεῖν τὴν τῶν ὑπάτων ἱερὰν καὶ ἄσυλον ἐποίησεν αὐτὴν νόμῳ, καὶ νῦν τυραννικὴν ἐξουσίαν περιβαλλόμενος, ὦ βουλή, τῷ νεωστὶ κυρωθέντι νόμῳ λέληθεν ὑμᾶς.
因为对于他们来说,在破坏了关于契约的信用并废除了为此制定的法律之后,不再干涉其他事务并不能满足他们,反而为了推翻执政官的权力而设立了一个新的官职,并用法律使其神圣不可侵犯;而现在,元老院诸位,他们通过最近通过的法律,已经在你们毫无察觉的情况下,给自己披上了僭主般的权力。
§7.22.2ὅταν γὰρ ἐπʼ ἐξουσίας πολλῆς οἱ προεστηκότες αὐτοῦ πρόφασιν εὐπρεπῆ προβαλλόμενοι τὸ δὴ τοῖς ἀδικουμένοις τῶν δημοτῶν βοηθεῖν διὰ τῆς ἐξουσίας ταύτης ἄγωσι καὶ φέρωσιν, ὅσʼ ἂν αὐτοῖς δοκῇ, καὶ μηθεὶς ὁ κωλύσων τὰς παρανομίας αὐτῶν ᾖ, μήτʼ ἰδιώτης μήτʼ ἄρχων δεδοικὼς τὸν νόμον, ὃς ἀφαιρεῖται καὶ τὸν λόγον ἡμῶν ἅμα τοῖς ἔργοις θάνατον ἐπιτιθεὶς ζημίαν τοῖς ἐλευθέραν φωνὴν ἀφιεῖσι, τί προσῆκεν ὄνομα θέσθαι τῇ δυναστείᾳ ταύτῃ τοὺς νοῦν ἔχοντας ἕτερον, ἢ τοῦθʼ, ὅπερ ἐστὶν ἀληθὴς καὶ πάντες ἂν ὁμολογήσετε, τυραννίδα;
因为当在极大的权力下,他们的领袖们抬出体面的借口——即援助那些受委屈的平民——并利用这种权力掠夺和带走他们想得到的任何东西,并且没有任何人来制止他们的违法行为,无论是私人还是执政官,都因害怕那条法律而退缩(该法律通过对发表自由言论的人施加死刑,剥夺了我们的言论和行动),那么明智的人除了“僭主政治”这个真实且你们都会同意的名字之外,还能给这种统治冠以什么其他名字呢?
εἰ δʼ οὐχ ὑφʼ ἑνὸς ἀνδρός, ἀλλʼ ὑφʼ ὅλου τυραννούμεθα δήμου, τί τοῦτο διαφέρει;
如果我们不是被一个人,而是被整个民众僭主般地统治,这有什么区别呢?
τὸ γὰρ ἔργον ἐξ ἀμφοῖν ταὐτό.
因为这两者的行为结果是相同的。
§7.22.3κράτιστον μὲν οὖν ἦν μηδὲ τὸ σπέρμα τῆς ἐξουσίας ταύτης ἐᾶσαι καταβαλλόμενον, ἀλλὰ πάντα ὑπομεῖναι πρότερον, ὡς Ἄππιος ὁ βέλτιστος ἐκ πολλοῦ τὰ δεινὰ προορώμενος ἠξίου, εἰ δὲ μή, νῦν γʼ ὁμοθυμαδὸν ἅπαντας ἐξορύξαντας αὐτὴν πρόρριζον ἐκ τῆς πόλεως ἐκβαλεῖν, ἕως §7.22.4ἀσθενής ἐστι καὶ προσπολεμηθῆναι ῥᾳδία.
因此,最上策的事情莫过于甚至不允许这种权力的种子播下,而是像优秀的阿庇乌斯早就预见到这些危险并主张的那样,在此之前忍受一切;但如果没能做到这一点,至少现在我们必须万众一心,将其连根拔起,驱逐出城,趁它还弱小且易于与之斗争的时候。
καὶ τοῦτʼ οὐ πρώτοις ἡμῖν, ὦ βουλή, οὐδὲ μόνοις ἐξεγένετο παθεῖν, πολλοῖς δὲ καὶ πολλάκις ἤδη τοῖς εἰς ἀβουλήτους ἀνάγκας καταστᾶσι γνώμης ἁμαρτοῦσι τῆς ἀρίστης περὶ τὰ μέγιστα, ἐπειδὴ τὰς ἀρχὰς οὐκ ἐκώλυσαν τοῦ κακοῦ, τὰς αὐξήσεις πειρᾶσθαι καθαιρεῖν· καὶ ἡ μετάνοια τῶν ὀψὲ ἀρχομένων σωφρονεῖν ἥττων οὖσα τῆς προνοίας, καθʼ ἕτερον αὖ τρόπον οὐ χείρων οὖσα ἀναφαίνεται τῇ κωλύσει τοῦ τέλους ἀφανίζουσα τὸ ἐν τῇ ἀρχῇ ἀγνοηθέν.
元老院诸位,经历这种事情,我们既不是第一批也不是唯一的人,而是早已有许多人在陷入违背意愿的困境、并在最重大的事情上失去了最明智的判断之后,因为没能阻止邪恶的开端,便试图摧毁它的增长;而那些醒悟较晚的人的悔恨,虽然不如预见,但在另一种方式上,通过阻止结局的发生,消除了最初因无知而造成的错误,从而显得同样不失为上策。