§7.12.1ἐπὶ τοῦτον δὴ τὸν Ἀριστόδημον ἔτος ὁμοῦ τι τεσσαρεσκαιδέκατον ἤδη τυραννοῦντα Κύμης οἱ σὺν Ταρκυνίῳ φυγάδες καθιστάμενοι τὴν κατὰ τῆς πατρίδος ἐβούλοντο συντελέσασθαι δίκην.
就在这位已经统治库迈近十四年的阿里斯托德莫斯面前,随同塔克文的流亡者提起诉讼,企图对他们的祖国进行惩罚。
οἱ δὲ πρέσβεις τῶν Ῥωμαίων τέως μὲν ἀντέλεγον, ὡς οὔτʼ ἐπὶ τοῦτον ἥκοντες τὸν ἀγῶνα οὔτʼ ἐξουσίαν ἔχοντες, ἣν οὐκ ἐπέτρεψεν αὐτοῖς ἡ βουλὴ περὶ τῆς πόλεως ἀπολογήσασθαι.
而罗马使节在一段时间内予以抗辩,称他们既非为此等争端而来,亦无此等权力,因为元老院并未授权他们为本市进行辩护。
§7.12.2ὡς δʼ οὐθὲν ἐπέραινον, ἀλλʼ ἐγκεκλικότα τὸν τύραννον ἑώρων ἐπὶ θάτερα μέρη διὰ τὰς σπουδὰς καὶ τὰς παρακλήσεις τῶν φυγάδων, αἰτησάμενοι χρόνον εἰς ἀπολογίαν, καὶ διεγγυήσαντες τὰ σώματα χρημάτων ἐν τῷ διὰ μέσου τῆς δίκης οὐθενὸς ἔτι φυλάττοντος αὐτοὺς ἀποδράντες ᾤχοντο.
但见毫无进展,且看到由于流亡者的热忱与恳求,僭主的态度已偏向另一方,他们便请求给予辩护的宽限时间,并用金钱为自己的人身作保,在诉讼间隙、无人看守之时逃离而去。
θεράποντας δʼ αὐτῶν καὶ τὰ ὑποζύγια καὶ τὰ ἐπὶ τῇ σιτωνίᾳ κομισθέντα χρήματα ὁ τύραννος κατέσχε.
僭主扣留了他们的仆人、牲口以及为采购粮食而携带的金钱。
§7.12.3ταύταις μὲν οὖν ταῖς πρεσβείαις τοιαῦτα παθούσαις ἀπράκτοις ἀναστρέψαι συνέβη, ἐκ δὲ τῶν ἐν Τυρρηνίᾳ πόλεων οἱ πεμφθέντες κέγχρους τε καὶ ζέας συνωνησάμενοι ταῖς ποταμηγοῖς σκάφαις κατεκόμισαν εἰς τὴν πόλιν.
因此,这批使节遭遇此等对待,空手而归,而那些被派往伊特鲁里亚诸城市的人则采购了小米和斯佩耳特小麦,用河船运抵本市。
αὕτη βραχύν τινα χρόνον ἡ ἀγορὰ Ῥωμαίους διέθρεψεν· ἔπειτʼ ἐξαναλωθεῖσα εἰς τὰς αὐτὰς ἀπορίας κατέστησεν αὐτούς.
这批粮食让罗马人维持了短暂的时间,随后消耗殆尽,使他们重新陷于同样的困境。
ἦν δʼ οὐθὲν εἶδος ἀναγκαίας τροφῆς, ὃ οὐκ ἐπείραζον ἔτι, συνέβαινέ τʼ οὐκ ὀλίγοις αὐτῶν, τὰ μὲν διὰ τὴν σπάνιν, τὰ δὲ διὰ τὴν ἀτοπίαν τῆς οὐκ εἰωθυίας ἐδωδῆς, τοῖς μὲν ἀρρώστων διακεῖσθαι τὰ σώματα, τοῖς δὲ παρημελημένοις διὰ πενίαν καὶ παντάπασιν ἀδυνάτως·
已没有他们不曾尝试过的必需食物种类,由于匮乏以及因不习惯食物的异样,他们中不少人的身体处于病态,而那些因贫困而被忽视的人则完全虚弱无力。
§7.12.4ὡς δὲ τοῦτʼ ἔγνωσαν οἱ νεωστὶ κεκρατημένοι τῷ πολέμῳ Οὐολοῦσκοι, πρεσβειῶν ἀπορρήτοις διαποστολαῖς ἐνῆγον ἀλλήλους εἰς τὸν κατʼ αὐτῶν πόλεμον, ὡς ἀδυνάτων ἐσομένων, εἴ τις αὐτοῖς ἐπίθοιτο κεκακωμένοις πολέμῳ τε καὶ λιμῷ ἀντέχειν.
最近在战争中被征服的沃尔斯奇人得知此事后,通过秘密派遣使节,煽动彼此发动对罗马人的战争,认为如果有人在罗马人因战争和饥荒而深受折磨时发起进攻,他们将无法抵抗。
θεῶν δέ τις εὔνοια, οἷς φροντὶς ἦν μὴ περιιδεῖν ὑπὸ τοῖς ἐχθροῖς Ῥωμαίους γενομένους, ἐκφανέστατα καὶ τότε τὴν ἑαυτῆς δύναμιν ἀπεδείξατο.
然而,某位不愿看到罗马人落入敌人手中的神明的眷顾,在当时也最明显地展示了自己的力量。
τοσοῦτος γάρ τις ἄφνω εἰς τὰς πόλεις τῶν Οὐολούσκων φθόρος λοιμικὸς ἐνέσκηψεν, ὅσος ἐν οὐδενὶ ἄλλῳ τόπῳ μνημονεύεται γενόμενος οὔθʼ Ἑλλάδος οὔτε βαρβάρου γῆς, πᾶσαν ἡλικίαν καὶ τύχην καὶ φύσιν ἐρρωμένων τε καὶ ἀσθενῶν σωμάτων ὁμοίως διεργαξόμενος.
因为一场突如其来的毁灭性瘟疫袭击了沃尔斯奇人的诸城市,其惨烈程度在希腊或蛮族土地的其他任何地方都未曾有过记载,它同样地夺去了所有年龄、境遇以及无论强健还是虚弱的身体的生命。
ἐδήλωσε δὲ τὴν ὑπερβολὴν τῆς συμφορᾶς πόλις ἐπιφανὴς τῶν Οὐολούσκων, Οὐέλιτραι ὄνομα αὐτῇ, μεγάλη τε καὶ πολυάνθρωπος οὖσα τέως, ἧς ὁ λοιμὸς μίαν ὑπελείπετο μοῖραν ἐκ τῶν δέκα, τὰς δʼ ἄλλας ὑπολαβὼν ἀπήνεγκε.
沃尔斯奇人的一座著名城市——名为韦利特雷,此前庞大且人口众多——展现了这场灾难的深重:瘟疫仅留下了十分之一的人口,而将其余十分之九全部夺去。
§7.12.5τελευτῶντες δʼ οὖν ὅσοι περιῆσαν ἐκ τῆς συμφορᾶς πρεσβευσάμενοι Ῥωμαίοις ἔφρασαν τὴν ἐρημίαν καὶ παρέδοσαν τὴν πόλιν.
最终,灾难中幸存的所有人派遣使节前往罗马,陈述了人口凋零的情况并献出了城市。
ἔτυχον δὲ καὶ πρότερον ἐποίκους ἐκ τῆς Ῥώμης εἰληφότες, ἀφʼ ἧς αἰτίας καὶ τὸ δεύτερον κληρούχους παρʼ αὐτῶν ᾔτουν.
他们此前也曾接受过来自罗马的移民,由于这一缘故,他们第二次向罗马请求派遣殖民者。