Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.92.1-6.92.6

盖乌斯·马尔基乌斯攻克科里奥拉

第 498 段,共 962 段 · 希腊语

内容简介

罗马军队进攻科里奥拉被击退,将领决定平分军队以阻击敌方援军。在战斗中,盖乌斯·马尔基乌斯只身扭转溃败的局面,并追击溃兵突入城内,最终成功攻占科里奥拉。

§6.92.1καταλιπὼν δὲ κἂν ταύτῃ βραχεῖαν τῆς στρατιᾶς μοῖραν ἕνεκα φυλακῆς, τῇ κατόπιν ἡμέρᾳ τὴν δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ Κοριόλαν, πόλιν ἐπιφανῆ σφόδρα καὶ ὥσπερ ἂν μητρόπολιν τῶν Οὐολούσκων·
在此城中他也留下一小部分军队用作守备,次日,他重整军队,向科里奥拉进军,这是一座极为著名的城市,可以说是沃尔西人的首府。
ἔνθα καὶ δύναμις ἦν συνειλεγμένη καρτερὰ καὶ τὸ τεῖχος οὐ ῥᾴδιον ἁλῶναι τά τε πρὸς τὸν πόλεμον ἐπιτήδεια παρεσκευασμένα τοῖς ἔνδον ἐκ πολλοῦ.
城内聚集了强大的兵力,城墙不易攻破,且城内的居民在很久以前就准备好了战争所需的一切物资。
ἐπιχειρήσας δὲ τῇ τειχομαχίᾳ μέχρι δείλης ὀψίας ἀποκρούεται πρὸς τῶν ἐναντίων πολλοὺς τῶν οἰκείων ἀπολέσας.
他尝试强攻城墙,但被对手击退,一直持续到傍晚,并损失了许多己方士兵。
§6.92.2τῇ δʼ ἑξῆς ἡμέρᾳ κριούς τε καὶ γέρρα καὶ κλίμακας εὐτρεπισάμενος παρεσκευάζετο μὲν ὡς ἁπάσῃ τῇ δυνάμει πειρασόμενος τῆς πόλεως, ἀκούσας δʼ ὅτι πολλῇ χειρὶ μέλλουσιν Ἀντιάται βοηθεῖν τοῖς Κοριολανοῖς κατὰ τὸ συγγενὲς καὶ εἰσὶν οἱ πεμφθέντες ἐν ὁδῷ ἤδη, μερίσας τὸν ἑαυτοῦ στρατὸν τῷ μὲν ἡμίσει τειχομαχεῖν ἔγνω Τῖτον Λάρκιον ἐπʼ αὐτοῦ καταλιπών,
次日,他准备了撞城槌、编盾和云梯,正准备动用全部兵力夺取这座城市,但听说安提乌姆人因亲缘关系正准备派大军援助科里奥拉人,且派遣的人员已经在路上,于是他决定平分自己的军队,让其中一半继续攻城,并留提图斯·拉尔基乌斯留守指挥,而他自己打算率领其余的一半军队去阻击来援之敌。
§6.92.3τῷ δὲ λοιπῷ κωλύειν τοὺς ἐπιόντας διενοεῖτο. καὶ γίνονται δύο τῆς αὐτῆς ἡμέρας ἀγῶνες·
于是,在同一天里发生了两场战斗。
Ῥωμαῖοι δʼ ἐνίκων ἁπάντων μὲν προθύμως ἀγωνισαμένων, ἑνὸς δʼ ἀνδρὸς ἄπιστον ἀρετὴν καὶ παντὸς λόγου κρείττονας ἀποδειξαμένου πράξεις, ὃς ἦν μὲν ἐκ τοῦ γένους τῶν πατρικίων καὶ οὐκ ἀσήμων πατέρων, ἐκαλεῖτο δὲ Γάιος Μάρκιος, σώφρων δὲ τὸν καθʼ ἡμέραν βίον ἀνὴρ καὶ φρονήματος ἐλευθέρου μεστός.
罗马人获得了胜利,虽然所有人都在奋勇作战,但有一名男子展现了令人难以置信的英勇和非笔墨所能形容的功绩。 他出身于贵族世家,先祖并非无名之辈,名叫盖乌斯·马尔基乌斯,他在日常生活中为人克己,充满自由高尚的气概。
ἐγένετο δʼ ὁ τρόπος τῆς ἑκατέρας μάχης τοιόσδε· ὁ μὲν Λάρκιος ἐξαγαγὼν τὴν στρατιὰν ἅμʼ ἡμέρᾳ προσῆγε τοῖς τείχεσι τῆς Κοριόλας καὶ κατὰ πολλοὺς τόπους ἐποιεῖτο τὰς προσβολάς·
这两场战斗的过程如下:拉尔基乌斯在天亮时率军进发,逼近科里奥拉的城墙,并在多处发起猛攻。
οἱ δὲ Κοριολάνοι μέγα φρονοῦντες ἐπὶ τῇ παρὰ τῶν Ἀντιατῶν βοηθείᾳ, ἣν οὐ διὰ μακροῦ σφίσι παρέσεσθαι ἐπίστευον, ἀνοίξαντες ἁπάσας τὰς πύλας ὥρμησαν ἐπὶ τοὺς πολεμίους ἀθρόοι.
而科里奥拉人因寄希望于安提乌姆人的援助(他们相信援助很快就会到达),便打开了所有的城门,成群结队地向敌人冲杀过去。
§6.92.4Ῥωμαῖοι δὲ τὴν μὲν πρώτην ἔφοδον αὐτῶν ἐδέξαντο καὶ πολλὰς πληγὰς τοῖς ὁμόσε χωροῦσιν ἔδοσαν, ἔπειτα πλειόνων ἐπιόντων ὠθούμενοι κατὰ πρανοῦς χωρίου ἐνέκλιναν.
罗马人起初顶住了他们的第一波冲锋,给那些肉搏的敌人以沉重打击,但随后由于更多的敌人涌来,他们在陡峭的坡地上被推挤着退缩了。
τοῦτο κατιδὼν ὁ Μάρκιος, ὑπὲρ οὗ πρότερον ἔφην, ἵσταται σὺν ὀλίγοις καὶ δέχεται τὸ ἐπιφερόμενον τῶν πολεμίων στῖφος·
我之前提到的那个马尔基乌斯见此情景,与少数人一同站稳脚跟,迎击冲上来的敌军方阵。
καταβαλὼν δὲ συχνοὺς αὐτῶν, ὡς ἐνέκλιναν οἱ λοιποὶ καὶ πρὸς τὴν πόλιν ἔφευγον, ἠκολούθει κτείνων ἀεὶ τοὺς ἐν χερσὶ καὶ ἐπικελευόμενος τοῖς φεύγουσι τῶν σφετέρων ἀναστρέφειν τε καὶ θαρρεῖν καὶ αὑτῷ ἕπεσθαι.
他击倒了其中许多人,当其余的人退缩并向城内逃跑时,他紧追不舍,不断斩杀手边的敌人,并向己方正在逃跑的士兵高喊,让他们转过身来,重振旗鼓,跟随自己。
§6.92.5οἱ δʼ αἰδεσδέντες ἐπὶ τῷ ἔργῳ ἀνέστρεφον αὖθις καὶ τοῖς καθʼ ἑαυτοὺς ἐπέκειντο παίοντες καὶ διώκοντες, καὶ διʼ ὀλίγου χρόνου τοὺς συμπλακέντας ἕκαστοι τρεψάμενοι προσέκειντο τοῖς τείχεσι·
士兵们因自己的行径感到羞愧,纷纷转过身来,再次向眼前的敌人发起猛攻、砍杀和追击。 在短时间内,各处的士兵都击溃了与他们交战的敌人,逼近了城墙。
καὶ ὁ Μάρκιος θρασύτερον ἤδη κινδυνεύων προσωτέρω μᾶλλον ἐχώρει καὶ πρὸς αὐταῖς γενόμενος ταῖς πύλαις συνεισέπιπτε τοῖς φεύγουσιν εἰς τὸ τεῖχος.
马尔基乌斯此时更加英勇地冒着危险向前推进,在逼近城门时,与逃跑的敌人一同冲进了城墙内。
συνεισπεσόντων δʼ αὐτῷ καὶ ἄλλων συχνῶν κατὰ πολλὰ μέρη τῆς πόλεως φόνος ἐγίνετο ἐξ ἀμφοῖν πολύς·
随着其他许多士兵也在城市的许多地方与他一同突入,双方都发生了惨烈的伤亡。
τῶν μὲν ἀνὰ τοὺς στενωπούς, τῶν δὲ περὶ ταῖς ἁλισκομέναις οἰκίαις μαχομένων.
有的在狭窄的巷道中战斗,有的在被攻占的房屋周围厮杀。
§6.92.6συνελάμβανον δὲ τοῦ ἔργου τοῖς ἔνδον καὶ γυναῖκες ἀπὸ τῶν τεγῶν βάλλουσαι τοὺς πολεμίους τοῖς καλυπτῆρσι, καὶ καθʼ ὅσον ἑκάστῳ τις ἰσχὺς καὶ δύναμις ἦν προθύμως ἐβοήθουν τῇ πατρίδι.
城内的妇女也参与了防卫,她们从屋顶上将瓦片砸向敌人,每个人都尽其所能地为拯救祖国而热心相助。
οὐ μέντοι ἐπὶ πολύν γε χρόνον τοῖς δεινοῖς ἀντεῖχον, ἀλλʼ ἠναγκάσθησαν παραδιδόναι σφᾶς αὐτοὺς τοῖς κεκρατηκόσι.
然而,他们并没能长久地抵抗这些危险,而是被迫向征服者投降。
τοῦτον δὲ τὸν τρόπον ἀλούσης τῆς πόλεως οἱ μὲν ἄλλοι Ῥωμαῖοι πρὸς ἁρπαγὴν τῶν ἐγκαταληφθέντων ἐτράποντο καὶ μέχρι πολλοῦ διετέλουν προσκείμενοι ταῖς ὠφελείαις χρημάτων τε πολλῶν ὑπαρχόντων ἐν τῷ χωρίῳ καὶ ἀνδραπόδων,
城市以此种方式陷落后,其他罗马人便转向掠夺遗留的财务,由于城内有大量的资财和奴隶,他们在很长时间内致力于掠夺战利品,

词汇与语法注释

  1. 6.92.1ὥσπερ ἂν — 短语 ὥσπερ ἂν 起到缓和比较或比喻的潜在/虚拟表达作用(“可以说是”、“仿佛是”),表明科里奥拉在某种意义上是沃尔西人的“首府”。这里可以推定省略了直陈式过去时的动词(如 εἴη),但习惯上将其作为“犹如”来理解。
  2. 6.92.1ἀποκρούεται πρὸς — 中间态动词 ἀποκρούομαι(“击退”、“推回”)在此处具有被动意义(“被击退”),动作施事者由 πρὸς + 属格(τῶν ἐναντίων)引导。
  3. 6.92.2ὡς ... πειρασόμενος — ὡς 与将来时分词(πειρασόμενος)的结合,表示主句主语(波斯图穆斯·科米尼乌斯)的主观意图、目的或预想(“企图……”、“打算……”)。
  4. 6.92.3ἑνὸς δʼ ἀνδρὸς ... ἀποδειξαμένου — 属格独立(genitive absolute)结构。它与前文并列的 ἁπάντων μὲν προθύμως ἀγωνισαμένων 构成对照(μ便... δʼ),阐明了促成罗马人胜利(Ῥωμαῖοι δʼ ἐνίκων)的具体情况与原因。
  5. 6.92.3τὸν καθʼ ἡμέραν βίον — 关系对格(accusative of respect/specification),限定了形容词 σώφρων(“克己的”、“节制的”)所适用的范围,表示“在日常生活中”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.92.1-6.92.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.92.1-6.92.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。