§6.89.1τῇ δʼ ἑξῆς ἡμέρᾳ παρῆσαν μὲν οἱ περὶ τὸν Βροῦτον πεποιημένοι τὰς πρὸς τὴν βουλὴν συνθήκας διὰ τῶν εἰρηνοδικῶν, οὓς καλοῦσι Ῥωμαῖοι Φητιάλεις.
第二天,布鲁图斯一行人通过罗马人称为费提阿尔(Fetiales)的讲和使者,与元老院达成了协议,随后返回。
νεμηθεὶς δʼ ὁ δῆμος εἰς τὰς τότε οὔσας φράτρας, ἢ ὅπως βούλεταί τις αὐτὰς προσαγορεύειν, ἃς ἐκεῖνοι καλοῦσι κουρίας, ἄρχοντας ἐνιαυσίους ἀποδεικνύουσι τούσδε· Λεύκιον Ἰούνιον Βροῦτον καὶ Γάιον Σικίννιον Βελλοῦτον, οὓς καὶ τέως εἶχον ἡγεμόνας, καὶ ἔτι πρὸς τούτοις Γάιον καὶ Πόπλιον Λικιννίους καὶ Γάιον Οὐισκέλλιον Ῥοῦγαν.
平民们被划分到当时存在的胞族中(或者不管人们愿意怎么称呼它们,即他们所谓的库里亚),任命了以下几位一年期的官员:卢基乌斯·尤尼乌斯·布鲁图斯和盖乌斯·西基尼乌斯·贝鲁图斯(他们在此之前也一直担任领袖),此外还有盖乌斯·利基尼乌斯和普布利乌斯·利基尼乌斯,以及盖乌斯·维斯凯利乌斯·鲁加。
§6.89.2οὗτοι τὴν δημαρχικὴν ἐξουσίαν πρῶτοι παρέλαβον οἱ πέντε ἄνδρες ἡμέρᾳ τετάρτῃ πρότερον εἰδῶν Δεκεμβρίων, ὥσπερ καὶ μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου γίνεται.
这五位男子最先接掌了护民官的权力,时间是在十二月正日(Ides)的前四天,正如直到我们这个时代依然如此行事一样。
τελεσθεισῶν δὲ τῶν ἀρχαιρεσιῶν τοῖς μὲν παρὰ τῆς βουλῆς ἥκουσι καλῶς ἔχειν ἐδόκει πάντα, περὶ ὧν ἀπεστάλησαν·
选举结束后,在那些从元老院来的人看来,一切有关他们被派遣去交涉的事项都很顺利。
ὁ δὲ Βροῦτος ἐκκλησίαν συναγαγὼν συνεβούλευε τοῖς δημόταις ἱερὰν καὶ ἄσυλον ἀποδεῖξαι τὴν ἀρχὴν νόμῳ τε καὶ §6.89.3ὅρκῳ βεβαιώσαντας αὐτῇ τὸ ἀσφαλές.
然而,布鲁图斯召集了平民大会,建议平民们通过法律和 ¦1247 誓言来确保其安全,从而宣布该官职为神圣不可侵犯的。
ἐδόκει ταῦτα πᾶσι, καὶ γράφεται πρὸς αὐτοῦ καὶ τῶν συναρχόντων ὅδε ὁ νόμος· δήμαρχον ἄκοντα, ὥσπερ ἕνα τῶν πολλῶν, μηδεὶς μηδὲν ἀναγκαζέτω δρᾶν μηδὲ μαστιγούτω μηδʼ ἐπιταττέτω μαστιγοῦν ἑτέρῳ μηδʼ ἀποκτιννύτω μηδʼ ἀποκτείνειν κελευέτω.
这得到了所有人的赞同,他与他的同僚们起草了以下法律:“任何人不得强迫违背其意愿的护民官做任何事,如同对待平民中的一员,也不得鞭笞他,或命令他人鞭笞他,也不得杀死他,或命令他人杀死他。
ἐὰν δέ τις τῶν ἀπηγορευμένων τι ποιήσῃ, ἐξάγιστος ἔστω, καὶ τὰ χρήματα αὐτοῦ Δήμητρος ἱερά, καὶ ὁ κτείνας τινὰ τῶν ταῦτʼ §6.89.4εἰργασμένων φόνου καθαρὸς ἔστω.
如果有人做了任何被禁止的事情,此人应当被诅咒,他的财产归德墨忒尔所有作为神物,而杀死任何做过这些事的人的人,应当免于谋杀之罪。
καὶ ἵνα μηδὲ τὸ λοιπὸν τῷ δήμῳ ἐξουσία γένηται καταπαῦσαι τόνδε τὸν νόμον, ἀλλʼ εἰς ἅπαντα τὸν χρόνον ἀκίνητος διαμείνῃ, πάντας ἐτάχθη Ῥωμαίους ὀμόσαι καθʼ ἱερῶν ἦ μὴν χρήσεσθαι τῷ νόμῳ καὶ αὐτοὺς καὶ ἐγγόνους τὸν ἀεὶ χρόνον, ἀρά τε τῷ ὅρκῳ προσετέθη, τοῖς μὲν ἐμπεδοῦσι τοὺς θεοὺς τοὺς οὐρανίους ἵλεως εἶναι καὶ δαίμονας τοὺς καταχθονίους, τοῖς δὲ παραβαίνουσιν ἐναντία καὶ τὰ παρὰ θεῶν γίνεσθαι καὶ τὰ παρὰ δαιμόνων ὡς ἄγει τῷ μεγίστῳ ἐνόχοις.
” 并且为了今后平民不再有权废除这一法律,使其能永远保持不变,规定所有罗马人必须在圣物前宣誓,他们自己及其子孙后代将永远遵守该法律;同时誓言中还加上了诅咒,规定对于坚守誓言的人,天上的神明和地下的神灵将保佑他们,而对于违反誓言的人,神明与神灵将给他们带来相反的后果,视其为犯有最大罪孽之人。
ἐκ τούτων κατέστη τοῖς Ῥωμαίοις ἔθος τὰ τῶν δημάρχων σώματα ἱερὰ εἶναι καὶ παναγῆ, καὶ μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου διαμένει.
由此,罗马人中确立了护民官的身体神圣不可侵犯的习俗,这一习俗一直延续到我们这个时代。