Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.80.1-6.80.4

平民迁徙的正当性与归还家眷的诉求

第 486 段,共 962 段 · 希腊语

内容简介

演讲者以阿埃涅阿斯和罗穆卢斯等先祖为例,坚称他们的迁徙拥有更强大的力量和更正当的理由。他向对方告别,表示将和平离开而不流血,仅要求领回城中留下的孩子、父母和妻子的身躯。

§6.80.1παραδείγματα δὲ τούτων γενέσθωσαν ἡμῖν πολλοί τε Ἕλληνες πολλοί τε βάρβαροι, μάλιστα δʼ οἱ τούτων τε καὶ ἡμῶν πρόγονοι·
愿许多希腊人和许多蛮族,尤其是 ¦1223 他们和我们共同的祖先,成为我们的榜样。
ὧν οἱ μὲν μετʼ Αἰνείου συναναστάντες ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην ἐν τῇ Λατίνων γῇ πόλιν ᾤκισαν, οἱ δʼ ὕστερον ἐξ Ἄλβας ἀναστάντες Ῥωμύλου τὴν ἀποικίαν ἄγοντος ἐν τοῖσδε τοῖς τόποις ἱδρύσαντο τὴν ὑφʼ ἡμῶν ἐκλειπομένην.
他们中有些人随阿埃涅阿斯从亚洲前往欧洲,在拉丁人的土地上建立了一座城市;而另一些人后来在罗穆卢斯带领殖民者时从阿尔巴出发,在这些地方建立起了如今正被我们离弃的这座城市。
§6.80.2ὑπάρχει τε ἡμῖν δύναμις οὐκ ὀλίγῳ πλείων μόνον τῆς ἐκείνοις γενομένης, ἀλλὰ καὶ τριπλασία, καὶ πρόφασις δικαιοτέρα τῆς μεταναστάσεως. οἱ μέν γε ἐξ Ἰλίου μεταναστάντες ὑπὸ πολεμίων ἐξηλαύνοντο, ἡμεῖς δʼ αὐτόθεν ὑπὸ φίλων·
我们不仅拥有一支比他们那时稍微大一点,甚至是他们三倍的力量,而且我们迁徙的理由也更加正当。
ἐλεεινότερον δὲ δήπου τὸ πρὸς τῶν οἰκείων ἢ τῶν ἀλλοτρίων ἐλαύνεσθαι.
因为那些从伊利翁迁徙的人是被敌人驱逐的,而我们却是从这里被朋友驱逐的;毫无疑问,被 ¦p.v.2p.382 自己的亲人驱逐,比被陌生人驱逐更令人同情。
οἱ δὲ Ῥωμύλῳ §6.80.3συναράμενοι τῆς στρατείας ἐπὶ τῷ κτήσασθαι κρείττονα γῆν ὑπερεῖδον τῆς πατρῴας· ἡμεῖς δὲ τὸν ἄπολιν καὶ τὸν ἀνέστιον ἐκλείποντες βίον, οὔτε θεοῖς ἐπίφθονον οὔτε ἀνθρώποις λυπηρὰν οὔτε γῇ τινι βαρεῖαν στέλλομεν ἀποικίαν, οὐδὲ διʼ αἵματος καὶ φόνων ἐμφυλίων ἐλθόντες πρὸς τοὺς ἀπελαύνοντας ἡμᾶς, οὐδὲ πυρὶ καὶ σιδήρῳ κακώσαντες τὴν ἐκλειπομένην γῆν, οὐδʼ ἄλλο μνημόσυνον οὐδὲν αἰωνίου καταλιπόντες ἔχθρας, ὡς ταῖς παρεσπονδημέναις φυγαῖς καὶ εἰς ἀβουλήτους ἀνάγκας κατακλεισθείσαις ἔθος ἐστὶ
而那些与罗穆卢斯参与远征是为了获得更好的土地,因而轻视了祖先的土地;但我们,告别了没有城市、没有炉灶的生活,正在进行一次既不为神明所嫉恨、不为人类所痛苦,也不对任何土地造成负担的 ¦1224 迁徙。
§6.80.4δρᾶν.
我们既没有对那些驱逐我们的人诉诸流血和同胞相残,也没有用烈火和利刃破坏我们所离弃的土地,更没有留下任何其他永恒仇恨的纪念,而这正是那些遭遇背叛、被迫陷入非自愿绝境的流亡者们通常会做出的行径。
θεούς τε ἐπιμαρτυράμενοι καὶ δαίμονας, οἳ τὰ θνητὰ πάντα κατὰ δίκην ἄγουσι, καὶ καταλιπόντες ἐκείνοις ἀναπράξασθαι τὰς ὑπὲρ ἡμῶν δίκας, ἐκεῖνο μόνον ἀξιοῦμεν, οἷς ἐστιν ἡμῶν ἐν τῇ πόλει τέκνα νήπια καὶ γονεῖς καὶ εἴ τινες ἄρα γυναῖκες ἡμῖν ἐθελήσουσι κοινωνεῖν τῆς τύχης, τὰ σώματʼ ἀπολαβεῖν.
我们呼吁指引凡人一切事务归于正义的神明与守护神为证,并将为我们伸张正义之事托付给他们,我们仅要求这一点:在我们中,那些在城里留有幼子和父母的人,以及如果有妻子愿意与我们共命运的话,得以领回他们的身体。
ταῦθʼ ἡμῖν ἀπόχρη λαβεῖν, καὶ οὐκέτι οὐδενὸς ἄλλου δεόμεθα τῶν ἐκ τῆς πατρίδος.
得到这些对我们来说就足够了,我们不再需要祖国的任何其他东西。
ἀλλʼ εὐτυχεῖτε καὶ ζῆτε βίον, ὃν ἂν προαιρῆσθε, οὕτως ἀπολίτευτα καὶ ἀκοινώνητα πρὸς τοὺς ταπεινοτέρους φρονοῦντες.
祝你们幸福,去过你们选择的生活吧,既然你们对更卑微的人抱着如此缺乏公民精神且不愿共享的态度。

词汇与语法注释

  1. 6.80.1τούτων — 中性复数属格,指代前一章中所提到的“背井离乡迁徙的命运”这一整体情况,作为解释性属格修饰名词 παραδείγματα。若理解为阳性并指代“这些人”(贵族)在上下文语境中显得不自然。
  2. 6.80.3παρεσπονδημέναις φυγαῖς — 抽象名词 φυγαῖς(原意为“流亡”、“驱逐”)在此处通过转喻(借代)指代具体的“流亡者们”或“被驱逐的人群”。完美时态被动分词 παρεσπονδημέναις(遭遇背叛、被背信弃义对待)表明这些流亡者是由于遭受不公对待而被驱逐的。
  3. 6.80.4οἷς ἐστιν ἡμῶν... τὰ σώματʼ ἀπολαβεῖν — 不定式短语 τὰ σώματʼ ἀπολαβεῖν(领回身体)充当主动词 ἀξιῶ(要求)的宾语。关系从句 οἷς ἐστιν ἡμῶν... 通过领有与格,在结构上担任该不定式的逻辑主语(即“我们中那些拥有……的人领回……”)。此外,τὰ σώματα(身体)在此是表示家属“人身、身架”的惯用表达。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.80.1-6.80.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.80.1-6.80.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。