Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.79.1-6.79.3

西奇尼乌斯拒绝和解并呼吁平民移居他乡

第 485 段,共 962 段 · 希腊语

内容简介

西奇尼乌斯阐述了内战的悲惨,拒绝与贵族和解,并极力敦促平民摆脱肉体与经济上的奴役,寻找自由与美德,移居他乡。

§6.79.1πολέμου δὲ πολιτικοῦ ὡς ἅπαντες ἴσασι κάκιον χρῆμα οὐδέν, ἐν ᾧ τὰ μὲν κρατηθέντα ἀτυχεῖ, τὰ δὲ κρατήσαντα ἀδικεῖ, καὶ περίεστι τοῖς μὲν ὑπὸ τῶν φιλτάτων ἀπόλλυσθαι, τοῖς δὲ τὰ φίλτατα διολέσαι.
正如所有人所知,没有什么比内战更糟糕的事了。 在内战中,战败者遭受不幸,战胜者行不义之举,其结果是,一些人被最亲爱的人消灭,另一些人则消灭了自己最亲爱的人。
ἐπὶ τοιαύταις δὴ τύχαις καὶ συμφοραῖς οὐκ εὐκταίας μήτε ὑμεῖς, ὦ πατρίκιοι, καλεῖτε ἡμᾶς, μήτε ἡμεῖς αὐτοῖς ὑπακούωμεν, ὦ δημόται, ἀλλʼ, ὡς διῄρηκεν ἡμᾶς ἀπʼ ἀλλήλων ἡ τύχη, στέργωμεν.
贵族们啊,请不要为了这样令人痛苦的命运和灾难来召回我们;平民们啊,我们也不要听从他们。 相反,正如命运已将我们彼此分开,让我们安于现状吧。
ἐχέτωσαν μὲν οὖν οὗτοι τὴν πόλιν ὅλην καὶ καρπούσθωσαν ἡμῶν δίχα καὶ τῶν ἄλλων ἀγαθῶν ἁπάντων ἀπολαυέτωσαν μόνοι, τοὺς ταπεινοὺς καὶ ἀδόξους δημότας ἐκβαλόντες ἐκ τῆς πατρίδος·
因此,让他们占有整个城市,在没有我们的情况下独自享受其果实,并独自享有所有其他的好处吧,因为他们已经把卑微且毫无名望的平民赶出了祖国。
ἀπαλλαττώμεθα δʼ ἡμεῖς, ὅποι ποτʼ ἂν ἡμᾶς ὁ δαίμων ἄγῃ τόπον ἀλλότριον ἐκλιπεῖν νομίσαντες, οὐ πόλιν ἰδίαν.
而我们,无论神明将我们带到哪里,让我们离开吧,把这里当成是离开一个异乡,而不是我们自己的城市。
§6.79.2οὔτε γὰρ ἡμῶν τινι ἐνθάδε ὑπολείπεται κλῆρος γῆς οὔτε πατρῷον ἐφέστιον οὔτε ἱερὰ κοινὰ οὔτε ἀξίωμα ὡς ἐν πατρίδι, ὧν περιεχόμενοι φιλοχωροῖμεν ἂν καὶ παρὰ γνώμην, ἀλλʼ οὐδʼ ἡ τοῖς σώμασι μετὰ πολλῶν πόνων ἐλευθερία·
因为我们在这里任何人都没有留下土地的份额,没有祖先的炉灶,没有共同的圣礼,也没有像在祖国那样的尊严,以至于我们会因依恋这些而违背心愿地留恋此地;甚至连伴随着许多辛劳的肉体自由也没有剩下。
ἐπεὶ τὰ μὲν οἱ πολλοὶ πόλεμοι διέφθειραν, τὰ δʼ ἡ τῶν καθʼ ἡμέραν ἀναγκαίων σπάνις ἐξανήλωσε, τὰ δʼ ὑπὸ τῶν ὑπερηφάνων δανειστῶν τούτων ἀφῃρέθημεν·
因为其中一些东西被许多战争摧毁了,另一些被日常必需品的匮乏消耗殆尽,还有一些则被这些傲慢的债权人夺走了。
οἷς τελευτῶντες ἠναγκαζόμεθα τοὺς ἑαυτῶν κλήρους οἱ δείλαιοι γεωργεῖν, σκάπτοντες φυτεύοντες ἀροῦντες ποίμνια νέμοντες ὁμόδουλοι τοῖς ἑαυτῶν δορικτήτοις ἀνδραπόδοις ὄντες, οἱ μὲν ἁλύσει δεθέντες, οἱ δὲ πέδαις, οἱ δʼ ὥσπερ τὰ χαλεπώτατα τῶν θηρίων κλοιοῖς καὶ μύδροις.
我们这些可怜的人,最后被迫去耕种我们自己的土地,挖掘、种植、犁地、放牧,与我们自己战俘化作的奴隶成为同等身份的奴隶,有些人被链条捆绑,有些人被戴上脚镣,有些人则像最凶猛的野兽一样被戴上颈枷和铁重物。
§6.79.3αἰκίας δὲ δὴ καὶ προπηλακισμοὺς καὶ μάστιγας καὶ πόνους ἐκ νυκτὸς εἰς νύκτα καὶ πᾶσαν ἄλλην ὠμότητα καὶ ὕβριν καὶ ὑπερηφανίαν, ἣν ὑπεμείναμεν, ἐῶ.
至于我们所忍受的肉体虐待、侮辱、鞭笞、从夜到夜的劳作,以及所有其他的残忍、凌辱和傲慢,我就不提了。
τοσούτων οὖν καὶ τηλικούτων ἀπηλλαγμένοι κακῶν ὑπὸ τοῦ δαίμονος, ὅση σπουδὴ καὶ δύναμις ἑκάστῳ πάρεστι φεύγωμεν ἀπʼ αὐτῶν ἄσμενοι τύχην καὶ θεὸν οἵπερ ἡμᾶς σώζουσιν ἡγεμόνας τῆς ὁδοῦ ποιησάμενοι, πατρίδα νομίζοντες τὴν ἐλευθερίαν καὶ πλοῦτον τὴν ἀρετήν.
因此,既然我们已被神明从如此之多、如此之大的痛苦中解脱出来,就让我们尽每个人所拥有的热忱和力量,欣然逃离它们吧,让我们把拯救我们的命运和神明作为我们路途的向导,视自由为我们的祖国,视美德为我们的财富。
πᾶσα γὰρ ἡμᾶς ὑποδέξεται γῆ κοινωνούς, τὰ μὲν ἀλύπους ἐσομένους τοῖς ὑποδεξαμένοις, τὰ δʼ ὠφελίμους.
因为每一片土地都会接纳我们为同伴,对那些接纳我们的人,我们一方面不会带来烦恼,另一方面又是有益的。

词汇与语法注释

  1. 6.79.1ἐπὶ τοιαύταις δὴ τύχαις καὶ συμφοραῖς οὐκ εὐκταίας — 形容词 εὐκταῖος 的阴性复数宾格形式 οὐκ εὐκταίας 修饰了与格名词 τύχαις καὶ συμφοραῖς,属于格的不一致(可能是受宾格名词句吸引而产生的语法破格)。另一种解释是,它与宾格代词 ἡμᾶς 作谓语性修饰,意为“作为不被期望/不受欢迎的人”。
  2. 6.79.2ὧν περιεχόμενοι φιλοχωροῖμεν ἂν καὶ παρὰ γνώμην — 关系代词 ὧν 的先行词是前文所述的土地、炉灶、圣礼、尊严。分词 περιεχόμενοι(“依恋,执着于”)支配属格,在此作状语表示条件(“如果我们依恋这些的话”),修饰主句中带 ἄν 的潜在希求法(φιλοχωροῖμεν ἂν,“我们大概会留恋此地”)。
  3. 6.79.2ὁμόδουλοι τοῖς ἑαυτῶν δορικτήτοις ἀνδραπόδοις ὄντες — 形容词 ὁμόδουλοι(“同等身份的奴隶”)支配与格,因此接 τοῖς... ἀνδραπόδοις。这强调了罗马平民落入与其在战争中俘获的奴隶(δορικτήτοις)同等被奴役境遇的悲剧性命运逆转。
  4. 6.79.3τὰ μὲν ἀλύπους ἐσομένους τοῖς ὑποδεξαμένοις, τὰ δʼ ὠφελίμους — 副词性对格 τὰ μὲν... τὰ δʼ 意为“一方面……,另一方面……”。对格分词 ἐσομένους 修饰前文的宾格代词 ἡμᾶς。形容词 ἀλύπους(“无害的”)和 ὠφελίμους(“有益的”)均支配与格短语 τοῖς ὑποδεξαμένοις(“接纳我们的人”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.79.1-6.79.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.79.1-6.79.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。