Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.78.1-6.78.4

平民对归还保证的要求与和解之艰难

第 484 段,共 962 段 · 希腊语

内容简介

平民代表向贵族使节质问归还的具体保证,并指出统治者违背神圣誓言与非自愿条约的危险性,阐明实现真正和睦的困难。

§6.78.1ἐφʼ οἷς δὲ πρεσβεύετε καὶ τίνων δεόμενοι ἥκετε, τί οὐ λέγετε φανερῶς;
你们是凭着什么条件来当使节的,又是来请求什么的,为什么不公开说明?
ἐπὶ ποίαις ἐλπίσι κατελθεῖν ἡμᾶς εἰς τὴν πόλιν ἀξιοῦτε;
你们期望我们抱着什么样的希望回到城里?
ποίαν ἡγεμόνα τῆς ὁδοῦ λαβόντας τύχην;
我们要以什么样的命运作为我们路途的向导?
τίνος ὑποδεξομένης ἡμᾶς εὐθυμίας ἢ χαρᾶς;
有什么样的快意或欢乐会迎接我们?
οὐδὲν γὰρ ἄχρι τοῦδε φιλάνθρωπον ὑμῶν ἢ χρηστὸν προτεινομένων ἀκούομεν, οὐ τιμάς, οὐκ ἀρχάς, οὐκ ἐπανόρθωσιν ἀπορίας, οὐκ ἄλλο ἁπλῶς οὐδʼ ὁτιοῦν.
因为直到现在,我们还没有听到你们提出任何仁慈或有益的提议,无论是荣誉、官职、对贫困的救济,还是其他任何东西。
καίτοι οὐ λέγειν ὑμᾶς ἐχρῆν, ἃ μέλλετε ποιεῖν, ἀλλὰ ποιήσαντες λέγειν, ἵνα προειληφότες ἤδη τι ἔργον ἀπʼ εὐνοίας γενόμενον καὶ τὰ λοιπὰ §6.78.2τοιαῦτα ἔσεσθαι εἰκάσωμεν.
然而,你们本不该诉说你们将要做什么,而应该在做完之后再说,这样,我们已经提前得到了一些出于善意的行为,我们才能推测其余的也会是类似的情况。
οἴομαι τοίνυν πρὸς ταῦτα ἐρεῖν αὐτούς, ὅτι περὶ πάντων ἥκουσιν. αὐτοκράτορες, ὥσθʼ, ὅ τι ἂν πείσωμεν ἀλλήλους, τοῦτʼ ἔσται κύριον.
那么,我认为他们会对这些话回答说,他们是带着处理一切事务的全权而来的,因此,无论我们双方达成什么协议,那都将是有效的。
ἔστω ταῦτʼ ἀληθῆ· γιγνέσθω τἀκόλουθα τούτοις· οὐδὲν ἀντιλέγω.
姑且算这是真的;让随之而来的事情发生吧;我没有任何异议。
βούλομαι δὲ τὰ μετὰ ταῦτʼ ἐσόμενα παρʼ αὐτῶν μαθεῖν, ἐπειδὰν εἴπωμεν ἡμεῖς, ἐφʼ οἷς ἀξιοῦμεν ποιεῖσθαι τὴν κάθοδον καὶ συγχωρηθῇ ταῦτα ὑπὸ τούτων, τίς ἐγγυητὴς ἔσται τῶν ὁμολογιῶν ἡμῖν;
但我希望从他们那里了解此后会发生的事情:当我们说明了我们期望以什么条件返回,并且这些条件被他们允许之后,谁将成为我们协议的保证人?
§6.78.3τίνι πιστεύσαντες ἀσφαλείᾳ τὰ ὅπλα θήσομεν ἐκ τῶν χειρῶν καὶ καταστήσομεν αὖθις εἰς τὴν τούτων ἐξουσίαν τὰ σώματα;
我们应该信任什么安全保障,从而把武器从手中放下,再次把我们的身体置于这些人的权力之下?
πότερον τοῖς ψηφίσμασι τῆς βουλῆς τοῖς ὑπὲρ τούτων γραφησομένοις, οὐ γὰρ δὴ γεγραμμένοις;
难道是元老院将要为这些事情起草的决议吗(因为显然还没有起草)?
καὶ τί πάλιν κωλύσει ἑτέροις ἀκυρωθῆναι ταῦτα ψηφίσμασιν, ὅταν Ἀππίῳ καὶ τοῖς ὅμοια φρονοῦσιν ἐκείνῳ φανῇ;
那么,一旦阿庇乌斯和那些与他想法相同的人认为合适时,又有什么能阻止这些决议被其他决议所废除呢?
ἢ τοῖς ἀξιώμασι τῶν πρεσβευτῶν, οἳ τὰς ἑαυτῶν παρέχονται πίστεις;
或者是凭使节们的威信,他们提供了他们自己的信义?
ἀλλὰ διὰ τῶν ἀνδρῶν τούτων καὶ πρότερον ἡμᾶς ἐξηπάτησαν.
但正是通过这些人,他们以前也欺骗过我们。
ἢ ταῖς ἐπὶ τῶν θεῶν ὁμολογίαις διʼ ὅρκων τὰ πιστὰ πορισάμενοι παρʼ αὐτῶν;
或者是通过誓言从他们那里获得保证,并在神明面前达成的协议?
ἀλλʼ ἔγωγʼ ὑπὲρ ἅπασαν πίστιν ἀνθρωπίνην ταύτην δέδοικα, ἣν ὑπὸ τῶν ἐν ταῖς ἡγεμονίαις ὄντων καταφρονουμένην ὁρῶ, καὶ τὰς ἀκουσίους συμβάσεις τοῖς ἄρχειν ἀξιοῦσι πρὸς τοὺς ἐλευθερίας μεταποιουμένους, οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πολλάκις ἤδη καταμαθών, ἐπίσταμαι τοσοῦτον ἰσχυούσας χρόνον, ὅσον ἂν αὐτῶν αἱ ἀνάγκαι κρατῶσι.
但我个人,超越一切人类的信义,正是害怕这一点,因为我看到它被那些身处权力地位的人所蔑视;而那些声称有权统治的人与那些争取自由的人之间不情愿的契约,这不是我第一次,而是已经很多次观察到的,我知道它们只有在他们的迫切需要制约着他们的时候才有效。
§6.78.4τίς οὖν ἡ τοιαύτη φιλία καὶ πίστις, ἐν ᾗ παρὰ γνώμην ἀλλήλους θεραπεύειν ἀναγκασθησόμεθα φυλάττοντες τοὺς οἰκείους ἑκάτεροι καιρούς;
那么,这算是什么样的友谊和信义呢? 在这种关系中,我们将被迫违背心愿地互相奉承,双方各自窥视着自己的时机。
ὑποψίαι δὲ δὴ τό γε μετὰ τοῦτο καὶ διαβολαὶ συνεχεῖς κατʼ ἀλλήλων φθόνοι τε καὶ μίση καὶ πᾶσʼ ἄλλη κακῶν ἰδέα καὶ πολὺς ὁ περὶ τοῦ φθάσαι διολέσαντας τὸ ἀντίπαλον ἀγών, ὡς ἐν τῷ μέλλειν κειμένου τοῦ παθεῖν.
此后必然是互相对抗的猜疑和不断的指责,嫉妒与仇恨,以及一切其他形式的邪恶,还有为了先发制人消灭对手而展开的激烈斗争,因为人们认为,拖延就意味着遭受祸害。

词汇与语法注释

  1. 6.78.1ποίαν ἡγεμόνα τῆς ὁδοῦ λαβόντας τύχην; — 宾格分词 `λαβόντας` 与前句中不定式的主语(或修饰语)宾格 `ἡμᾶς`(我们)一致。整句在句法上省略了主要动词,带有“应该……”这一修辞疑问的语气。
  2. 6.78.1τίνος ὑποδεξομένης ἡμᾶς εὐθυμίας ἢ χαρᾶς; — 属格独立结构,其中 `ὑποδεξομένης` 修饰 `εὐθυμίας ἢ χαρᾶς`(快意或欢乐)。由于并列在修辞疑问句的语境中,它同样带有一种疑问语气。
  3. 6.78.3ἀλλʼ ἔγωγʼ ὑπὲρ ἅπασαν πίστιν ἀνθρωπίνην ταύτην δέδοικα — 指示代词 `ταύτην` 指代前句的 `ταῖς ἐπὶ τῶν θεῶν ὁμολογίαις`(神明面前的协议)。意为“我害怕这一超越人类信义的事物(即神圣誓约)”,表达了对连神圣誓言都敢违背的统治者的强烈讽刺与不信任。
  4. 6.78.4ὡς ἐν τῷ μέλλειν κειμένου τοῦ παθεῖν — 带有主观原因连词 `ὡς` 的属格独立结构,其主语是冠词性不定式 `τοῦ παθεῖν`(遭受损害),谓语为 `κειμένου`。意为“仿佛(由于拖延)遭受祸害就在迟疑之中”,即认为一旦犹豫不决自己就会成为受害者。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.78.1-6.78.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.78.1-6.78.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。