Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.77.1-6.77.3

背弃马尼乌斯瓦莱里乌斯的诺言与和解意向

第 483 段,共 962 段 · 希腊语

内容简介

平民代表谴责贵族再次背信弃义,指出在最近的危机中平民因信任独裁官马尼乌斯·瓦莱里乌斯而拯救了国家,却遭到背叛。然而,他表示,既然他们为了达成和解而聚在一起,便会搁置这些怨恨,着眼于眼前的讨论。

§6.77.1ἔναγχος δὲ δὴ τοῦ χρόνου· τουτὶ γὰρ ἔτι προσθεὶς τῷ περὶ τοῦ δικαίου λόγῳ παύσομαι·
而这确实是最近发生的事——因为在关于正义的论述中,我只需再加上这一点便可结束。
ὅθʼ ὑμῖν Αἰκανοί τε καὶ Σαβῖνοι καὶ Οὐολοῦσκοι μιᾷ γνώμῃ χρησάμενοι αὐτοί τʼ ἐπανίσταντο καὶ τοὺς ἄλλους παρεκάλουν, οὐκ ἐφʼ ἡμᾶς ἠναγκάσθητε καταφυγεῖν τοὺς ταπεινοὺς καὶ φαύλους οἱ σεμνοὶ καὶ βαρεῖς, πάντα ὑπισχνούμενοι ὑπὲρ τῆς τότε σωτηρίας;
当时,埃库伊人、萨宾人和沃尔斯奇人达成了同一意志,他们自己起兵反抗,并号召其他人加入。 难道你们这些高贵而专横的人,为了当时的自救而许下一切诺言,却不曾被迫向我们这些卑微而无足轻重的人寻求庇护吗?
καὶ ἵνα μὴ ἐξαπατᾶν ἡμᾶς αὖθις δοκῆτε, ὃ πολλάκις ἐποιήσατε, προκάλυμμα τῆς ἀπάτης Μάνιον Οὐαλέριον τουτονὶ τὸν φιλοδημότατον ἄνδρα εὕρεσθε·
为了不至于让人觉得你们再次欺骗我们(这是你们屡屡做出的事),你们找来这位最热爱民众的男子马尼乌斯·瓦莱里乌斯,作为欺骗的幌子。
ᾧ πιστεύσαντες ἡμεῖς ὡς οὐκ ἂν ὑπὸ δικτάτορός τε καὶ ταῦτα χρηστοῦ περὶ ἡμᾶς ἀνδρὸς φενακισθησόμενοι συνηράμεθα ὑμῖν καὶ τοῦδε τοῦ πολέμου καὶ τοὺς ἐχθροὺς ἐνικῶμεν οὐ μικροὺς οὐδʼ ὀλίγους οὐδʼ ἀφανεῖς ἀγῶνας ὑπομείναντες.
我们信任他,深信自己绝不会被一位独裁官——而且还是对我们如此友善的人——所愚弄,因而在这场战争中也与你们并肩作战,在承受了绝非弱小、绝非稀少、也绝非无名的斗争之后,最终击败了敌人。
§6.77.2θᾶττον δʼ ἢ κατὰ τὴν ἁπάντων ἐλπίδα τέλος εἰληφότος τὸ κάλλιστον τοῦ πολέμου τοσοῦτον ἀπέσχετε τοῦ χαίρειν καὶ πολλὴν εἰδέναι τῷ δήμῳ χάριν, ὥστε κατέχειν ἡμᾶς ἔτι ἠξιοῦτε ἄκοντας ὑπὸ ταῖς σημαίαις ἐν τοῖς ὅπλοις, ἵνα παρέλθητε τὰς ὑποσχέσεις ὥσπερ ἐξ ἀρχῆς διέγνωτε.
而当这场极其辉煌的战争,比所有人预期的还要迅速地迎来终结时,你们不仅毫无喜悦,更没有对民众怀有深切的感激,反而企图让我们在违背意愿的情况下继续留在军旗下、手持武器,以便你们能够像起初决定的那样,避开你们的诺言。
οὐχ ὑπομένοντος δὲ τοῦ ἀνδρὸς τὸν φενακισμὸν οὐδὲ τὴν αἰσχύνην τοῦ ἔργου, ἀλλʼ εἰσενέγκαντος εἰς τὴν πόλιν τὰ σημεῖα καὶ διαφέντος ἐπὶ τὰ οἰκεῖα τὰς δυνάμεις, πρόφασιν ποιησάμενοι ταύτην τοῦ μὴ τὰ δίκαια ποιεῖν τοῦτον ὑβρίσατε, τῶν δὲ πρὸς ἡμᾶς ὁμολογιῶν οὐδεμίαν ἐφυλάξατε, ἀλλʼ ἐν τῷ αὐτῷ τρία τὰ μέγιστα παρηνομήσατε, τὸ ἀξίωμα τῆς βουλῆς καταλύσαντες καὶ τὴν πίστιν τοῦ ἀνδρὸς διαφθείραντες καὶ τοῖς εὐεργέταις ἀνόνητον ποιήσαντες τὴν χάριν τῶν πόνων.
但是,由于那个人无法容忍这种欺骗以及这一行径的耻辱,而是将军旗带回城内,并将军队解散回各自的家中,你们便以此为借口而不履行公正,侮辱了他,并且没有遵守与我们的任何协议。 相反,你们同时犯下了三项最严重的违法行为:瓦解了元老院的威信,破坏了那个人的信用,并使恩人们为劳苦应得的感激变得毫无用处。
§6.77.3ταῦτα δὴ καὶ ἄλλα πρὸς τούτοις ὅμοια πολλὰ ἔχοντες λέγειν πρὸς ὑμᾶς οὐκ ἀξιοῦμεν, ὦ πατρίκιοι, πρὸς ἱκεσίας καὶ δεήσεις ὑμῶν τραπέσθαι, οὐδʼ ὥσπερ οἱ τὰ δεινὰ δεδρακότες ἐπʼ ἀδείᾳ καὶ ἀμνηστίᾳ κάθοδον λαμβάνειν.
贵族们啊,虽然我们还有这些以及许多其他类似的话可以对你们说,但我们并不认为应当向你们寻求哀求与恳请,也不愿像那些犯下滔天大罪的人一样,在免受起诉和特赦的情况下重返家园。
οὐ μὴν ἀκριβολογεῖσθαί γε περὶ τούτων ἐν τῷ παρόντι οἰόμεθα χρῆναι, ἐπειδὴ περὶ ὁμονοίας διαλεξόμενοι συνεληλύθαμεν, ἀλλʼ ἀμελείᾳ καὶ λήθῃ παραδόντες αὐτὰ φέρομεν.
不过,我们确实不认为在目前应当对这些事情进行细致的计较,因为我们聚在一起是为了商讨和睦;相反,我们把这些事情归于忽视与遗忘而默默承受。

词汇与语法注释

  1. 1216ἔναγχος δὲ δὴ τοῦ χρόνου — τοῦ χρόνου 是关系属格(或时间属格),与副词 ἔναγχος(最近,刚)结合,构成副词性短语,意为“就在最近的时间里”。
  2. p.v.2p.377ὡς οὐκ ἂν ... φενακισθησόμενοι — 连词 ὡς 和小词 ἄν 连同将来时分词 φενακισθησόμενοι 一起,表示主语(平民)的主观预测或信念(“相信绝不会被……所欺骗”)。虽然 ἄν 与将来时分词连用在古典时期较罕见,但在后期的希腊语散文中常用于表示类似于条件句结论的主观预期。
  3. 1217θᾶττον δʼ ἢ κατὰ τὴν ἁπάντων ἐλπίδα — 比较级副词 θᾶττον 后接 ἤ 与介词 κατά 加宾格,构成超出某种标准的比较结构。字面意思是“比按照所有人的预期还要迅速”,即“比所有人预想的还要快”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.77.1-6.77.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.77.1-6.77.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。