Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.76.1-6.76.3

谴责贵族背弃执政官塞维利乌斯的誓言

第 482 段,共 962 段 · 希腊语

内容简介

平民代表谴责贵族的背叛:当罗马的统治面临危机且臣属起义时,平民基于执政官塞维利乌斯的承诺为罗马战斗并取得胜利,然而贵族们却违背誓言,甚至剥夺了塞维利乌斯应得的凯旋式荣誉并施加侮辱。

§6.76.1ἐῶ τἆλλα, ὅσα οὔπω διαστασιάζοντες πρὸς ὑμᾶς καὶ αὐτοί μέν γε μεταποιούμενοι τῶν ἐκ τῆς ἀρχῆς ἐλπίδων συνεκινδυνεύσαμεν ὑμῖν.
我姑且不提其他那些,在我们尚未与你们反目成仇、并且我们自己也期望分享统治所带来的希望时,我们与你们共同经历的诸多危险。
ἀλλʼ ἐπειδὴ φανερῶς ἤδη τυραννίδα περιβεβλημένοι τὴν ἀρχὴν καὶ ἡμῖν ὥσπερ δούλοις παραχρώμενοι ἐξηλέγχθητε, ἡμεῖς τʼ οὐκέτι ὅμοιοι ταῖς πρὸς ὑμᾶς διανοίαις διαμένοντες, ἐν δὲ τούτῳ καὶ τὰ ὑπήκοα ὀλίγου δεῖν πάντα ἐπανίστατο, ἀρξάντων μὲν τῆς ἀποστάσεως Οὐολούσκων, ἀκολουθησάντων δʼ αὐτοῖς Αἰκανῶν Ἑρνίκων Σαβίνων ἄλλων συχνῶν, ἐδόκει τε οἷος οὐχ ἕτερος εἶναι καιρός, εἰ βουλομένοις ἡμῖν ἦν, δυεῖν ἐξεργάσασθαι θάτερον, ἢ καταλύσασθαι τὴν ἀρχὴν ὑμῶν ἢ πρὸς τὸ λοιπὸν ἀποδεῖξαι μετριωτέραν, ἆρα μέμνησθε, εἰς οἵαν ἀπόγνωσιν τῆς ἀρχῆς ἤλθετε καὶ ὡς ἐν παντὶ δὴ ἀθυμίας ἐγένεσθε, εἴτε μὴ συναρούμεθα τῶν ἀγώνων ὑμῖν, εἴτε ὀργῇ ἐφέντες ὡς τοὺς πολεμίους τρεψόμεθα, καὶ ὅσας δεήσεις καὶ ὑποσχέσεις ἐποιήσασθε;
但是,当你们已经被清楚地证实将统治变成僭主政治、并像对待奴隶一样作践我们,而我们也不再对你们保持同样的态度时,在此期间,几乎所有臣属的部族也都起兵反抗,由沃尔斯奇人率先叛乱,埃库i人、赫尔尼基人、萨宾人以及其他许多部族紧随其后。 并且,如果我们有意的话,这似乎是一个绝无仅有的机会去实现两件事之一:要么彻底推翻你们的统治,要么使之在未来变得更加温和。 你们是否还记得,由于担心我们不愿与你们共同战斗,或是因愤怒而转向敌人,你们的统治陷入了怎样的绝望,你们又陷入了怎样极度的沮丧之中,并且你们作出了多少恳求与诺言?
§6.76.2τί οὖν οἱ ταπεινοὶ καὶ πρὸς ὑμῶν ὑβρισμένοι τότε ἐποιήσαμεν;
那么,当时处于卑微地位且饱受你们侮辱的我们,又是如何做的呢?
ἡττηθέντες τῶν δεήσεων καὶ πεισθέντες ταῖς ὑποσχέσεσιν, αἷς ὁ βέλτιστος οὑτοσὶ Σερουίλιος ὑπατεύων τότε πρὸς τὸν δῆμον ἐποιήσατο, οὐθὲν μὲν ἐμνησικακήσαμεν ὑμῖν τῶν πάλαι, χρηστὰ δὲ περὶ τοῦ μέλλοντος ἐλπίσαντες χρόνου, παρέσχομεν ὑμῖν ἑαυτούς, καὶ πάντα τὰ πολέμια ἐν ὀλίγῳ κατεργασάμενοι χρόνῳ παρῆμεν ἄγοντες αἰχμαλώτους πολλοὺς καὶ λείας καλάς.
我们屈服于你们的哀求,并被这位高尚的塞维利乌斯当时在担任执政官时向民众作出的诺言所说服,对过去的事情没有对你们抱有任何怨恨,而是对未来抱有美好的期望,将我们自己奉献给你们,在短时间内平定了所有的战事,带着许多俘虏和精美的战利品凯旋而归。
§6.76.3ἀνθʼ ὧν τίνας ἡμῖν χάριτας ἀπεδώκατε;
作为回报,你们向我们表示了怎样的感谢?
ἆρά γε δικαίας καὶ τῶν κινδύνων ἀξίας;
难道是公正且配得上那些危险的吗?
πόθεν;
怎么可能?
πολλοῦ γε καὶ δεῖ.
差得远呢!
ἐψεύσασθε μέν γε καὶ τὰς ὑποσχέσεις, ἃς ἐκελεύσατε τὸν ὕπατον ὑπὲρ τοῦ κοινοῦ ποιήσασθαι, αὐτὸν δὲ τὸν ἄνδρα τουτονὶ τὸν βέλτιστον, ᾧ κατεχρήσασθε πρὸς τὸν φενακισμόν, ἄμοιρον ἐποιήσατε τοῦ θριάμβου πάντων μάλιστʼ ἀνθρώπων ἄξιον ὄντα τῆς τιμῆς ταύτης τυχεῖν, οὐκ ἐξ ἄλλου τινὸς προσθέντες αὐτῷ τὴν ὕβριν, ἀλλʼ ὅτι τὰ δίκαια ποιεῖν ὑμᾶς ὡς ὑπέσχεσθε ἠξίου καὶ ἀγανακτῶν ἐπὶ τῷ φενακισμῷ δῆλος ἦν.
你们不仅违背了你们命令执政官代表国家作出的诺言,而且对于这位被你们利用来行骗的高尚男子本人,尽管他比任何人都更有资格获得这一荣誉,你们却剥夺了他的凯旋式。 你们并不是因为其他任何原因而对他施加这种侮辱,而仅仅是因为他要求你们像承诺的那样履行公正,并且他显然对这场欺骗感到愤恨。

词汇与语法注释

  1. 6.76.1εἰ βουλομένοις ἡμῖν ἦν — 与格代词(ἡμῖν)与分词 βουλόμενος 结合的惯用句式,表示“对某人而言是合意的”或“如果某人愿意”。在此构成条件从句,译为“如果我们有意的话”。
  2. 6.76.1εἴτε μὴ συναρούμεθα — 间接疑问从句,具体解释前文名词 ἀπόγνωσιν(绝望)与 ἀθυμίας(沮丧)的具体内容,表达“是否我们不愿共同战斗,还是会……”的担忧。
  3. 6.76.3ἀγανακτῶν... δῆλος ἦν — 形容词 δῆλος(明显的)与分词(ἀγανακτῶν)连用的主语一致人称句式,而非无人称句式,表示“他显然在愤恨”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.76.1-6.76.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.76.1-6.76.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。