§6.70.1ταύτας οἱ πρέσβεις παρʼ αὐτῶν λαβόντες τὰς ἐντολὰς αὐθημερὸν ἐξῄεσαν.
使节们从他们那里接受了这些指示,当天便出发了。
φθάσασα δὲ τὴν παρουσίαν αὐτῶν ἡ φήμη διήγγειλε τοῖς ἐπὶ στρατοπέδου πάντα τὰ ἐν τῇ πόλει γενόμενα, καὶ αὐτίκα πάντες ἐκλιπόντες τὸ ἔρυμα ὑπήντων ἔτι καθʼ ὁδὸν οὖσι τοῖς πρεσβευταῖς.
然而,在他们到达之前,消息就已经传开,向军营中的人们通报了城里所发生的一切;于是,众人立刻离开防御工事,前去迎接尚在途中的使节们。
ἦν δέ τις ἐν τῷ στρατοπέδῳ πάνυ ταραχώδης καὶ στασιαστὴς ἀνήρ, ὀξὺς τῇ γνώμῃ προιδεῖν τι τῶν ἐσομένων ἐκ πολλοῦ, καὶ εἰπεῖν ὅ τι νοήσειεν ὡς λάλος καὶ κωτίλος οὐκ ἀδύνατος, ὃς ἐκαλεῖτο μὲν Λεύκιος Ἰούνιος, ὁμώνυμος τῷ καταλύσαντι τοὺς βασιλεῖς, ἐκπληρῶσαι δὲ τὴν ὁμωνυμίαν βουλόμενος ἠξίου καὶ Βροῦτος ἐπικαλεῖσθαι.
军营里有一个极其好乱煽动的人,他心思敏锐,能老早就预见到未来将要发生的事,且极具口才,喋喋不休,不仅能言善辩,还擅长将自己的想法表达出来。 他名叫卢基乌斯·尤尼乌斯,与推翻君主统治的那个人同名;并且由于希望使这同名之实得以圆满,他还要求人们称他为布鲁图斯。
τοῖς δʼ ἄρα πολλοῖς γέλως ἐπὶ τῇ κενοσπουδίᾳ τοῦ ἀνθρώπου εἰσήρχετο, καὶ ὅτε βουληθεῖεν ἐπισκώπτειν αὐτὸν Βροῦτον ἐπεκάλουν.
因而,众人对他这种徒劳的热中感到好笑,每当想要嘲弄他时,便管他叫布鲁图斯。
§6.70.2οὗτος ὁ ἀνὴρ τὸν ἡγεμόνα τοῦ στρατοπέδου Σικίννιον διδάξας, ὡς οὐκ ἄμεινον εἴη τῷ δήμῳ ῥᾳδίως ἑαυτὸν ἐπιτρέπειν τοῖς προτεινομένοις, ἵνα μὴ ἀπʼ ἐλάττονος ἀξιώσεως ἀτιμοτέραν εὕρηται τὴν κάθοδον, ἀλλʼ ἐναντιοῦσθαι μέχρι πολλοῦ καὶ τραγῳδίαν τινὰ ἐπιθεῖναι τοῖς πράγμασι προσποιητόν, ὑποσχόμενός τʼ αὐτὸς ἀναλήψεσθαι τὸν ὑπὲρ τοῦ δήμου λόγον τά τʼ ἄλλα ὑποθέμενος, ἃ χρὴ πράττειν ἢ λέγειν, ἔπεισε τὸν Σικίννιον.
此人向军营的领袖锡基尼乌斯进言道,平民若轻易接受对方提出的条件,并非明智之举,免得由于自我贬低,而落得一个更加不体面的归国结局,反而应当坚持反对到底,给事情平添一些矫揉造作的戏剧色彩;他承诺由自己亲自承担代表平民发言的任务,并就其余应当做和应当说的事出谋划策,从而说服了锡基尼乌斯。
καὶ μετὰ τοῦτο ὁ μὲν Σικίννιος συγκαλέσας εἰς ἐκκλησίαν τὸν δῆμον ἐκέλευσε τοὺς πρεσβευτὰς ὑπὲρ ὧν ἥκουσι λέγειν.
随后,锡基尼乌斯召集平民举行大会,并命令使节们说明他们此行的来意。