Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.61.1-6.61.4

阿皮乌斯呼吁坚守祖制并拒绝向平民妥协

第 467 段,共 962 段 · 希腊语

内容简介

阿皮乌斯在反驳了乌alerius的诽谤后,强烈敦促元老院坚守祖先的国制与信义,绝不向平民妥协。他警告说,向平民让步只会招致最无知的政体——民主制(即多头的僭主)。

§6.61.1καὶ πρὸς μὲν τὰς ὑπὸ τούτου ῥηθείσας διαβολὰς ἀρκεῖ τὰ εἰρημένα, ὑπὲρ δʼ ὧν βουλευσόμενοι συνεληλύθατε δοκεῖ μοι δίκαιά τʼ εἶναι καὶ τῆς πόλεως ἄξια καὶ συμφέροντα ὑμῖν, οὐ μόνον ἃ ἐν ἀρχαῖς ἀπεφηνάμην, ἀλλὰ καὶ νῦν ἐπὶ τῆς αὐτῆς γνώμης ἐπιμένων ἀποφαίνομαι, μὴ συγχεῖν τὸν κόσμον τῆς πολιτείας, μηδὲ κινεῖν ἔθη πατέρων ἀκίνητα, μηδʼ ἀναιρεῖν ἐξ ἀνθρώπων πίστιν ἱερὸν χρῆμα, μεθʼ ἧς ἅπασα πόλις οἰκεῖται ἀσφαλῶς, δήμῳ τε μὴ εἴκειν ἀγνώμονι ἀδίκων ἔργων καὶ ἀθεμίτων χρῄζοντι·
针对此人所说出的诽谤,已说的话已经足够了;但是关于你们聚集起来要审议的事项,不仅是我最初所表明的,而且现在我坚持同样的意见所表明的以下内容,在我看来都是正义的、配得上城邦的、且对你们有利的:即不要混乱国制的气象,不要动摇祖先不可动摇的习俗,也不要从人类中消灭信义这神圣之物——因为凭借它,每一个城邦才能安全地存在,并且不要向要求不义和非法行径的愚蠢平民屈服。
§6.61.2καὶ οὐχ ὅπως ὑποκατακλίνομαί τι τῆς γνώμης φόβῳ τῶν διαφόρων, οἳ τὸ ἐν τῇ πόλει δημοτικὸν ἐπʼ ἐμοὶ συνιστάντες δεδίττονταί με, ἀλλὰ πολὺ μᾶλλον ἢ πρότερον ἔρρωμαι τὴν ὀργὴν καὶ ἀγανακτῶ τοῖς αἰτήμασι τοῦ δήμου διπλασίως·
我非但没有因害怕对手而对自己的意见有丝毫妥协——他们企图通过煽动城邦内的平民势力反对我来恐吓我——反而比以前更加强烈地燃烧着怒火,并对平民的要求加倍愤慨。
ὑμῶν τʼ ὦ βουλή, τὸ παράλογον τῆς γνώμης τεθαύμακα, ὅτι οὐκ ἐπιτρέψαντες αὐτῷ, ὅτε οὔπω φανερὸς ἦν πολέμιος, χρεῶν ἀποκοπὰς καὶ κατακριμάτων ἀφέσεις αἰτουμένῳ, νῦν ἐπεὶ ἐν τοῖς ὅπλοις ἐστὶ καὶ τὰ πολεμίων δρᾷ, ταῦτʼ εἰ συγχωρήσετε βουλεύεσθε καὶ ὅ τι κἂν ἄλλο τι αὐτῷ δοκῇ·
元老院的诸位,我对你们意见的反复感到惊讶,因为当平民还不是公然的敌人、只是请求免除债务和判决时,你们并没有应允,而现在当他们手持武器、做出敌对行为时,你们却在审议是否要向他们妥协这些要求以及其他任何他们可能想要的东西。
δόξει δὲ δήπου, καὶ πρῶτον ποιήσεται τῶν ἀξιουμένων, ἰσότιμον εἶναι καὶ §6.61.3τῶν αὐτῶν ἡμῖν μετέχειν.
他们当然会这样想,并且会将“享有同等尊严和分享我们同样的特权”作为他们要求的首要项。
οὐκοῦν εἰς δημοκρατίαν περιστήσεται τὰ πράγματα τὴν ἀμαθεστάτην, ὥσπερ ἔφην, τῶν ἐν ἀνθρώποις πολιτειῶν καὶ ὑμῖν ἀσύμφορον τοῖς ἀξιοῦσιν ἄρχειν ἑτέρων;
那么,事态岂不是要转向民主制吗? 正如我所说,这是人类所有政体中最无知的,而且对你们这些自认为应当统治他人的人也是不利的。
οὐκ, ἐάν γε σωφρονῆτε ὑμεῖς.
不,只要你们明智,就不会如此。
ἢ πάντων ἂν εἴητε ἀφρονέστατοι, εἰ πρὸς ἑνὸς ἄρχεσθαι τυραννικοῦ ἀνδρὸς οὐκ ἀνασχετὸν ἡγησάμενοι δήμῳ τυραννίδι πολυκεφάλῳ νῦν ὑμᾶς αὐτοὺς παραδώσετε, καὶ ταῦτʼ οὐ μετὰ χαρίτων αὐτῷ πείθοντι συγχωρήσετε ὑπό τʼ ἀνάγκης κρατηθέντες καὶ ὡς οὐκ ἐξὸν ἄλλο τι δρᾶν νῦν ἡμῖν παρὰ γνώμην §6.61.4εἴξαντες.
否则,如果你们认为被一个篡权者统治是不可容忍的,现在却要将自己交托给一个多头的僭主——即平民,而且这不是在他们说服你们时作为恩惠让步,而是被逼无奈、仿佛我们现在已经没有其他选择一样,违背意愿地向其屈服,那么你们就将是所有人中最愚蠢的。
ὅταν δὲ τὸ ἀνόητον ἀντὶ τοῦ κολάζεσθαι ἐφʼ οἷς ἂν πλημμελήσῃ καὶ τὸ τιμᾶσθαι διʼ αὐτὰ προσλάβῃ, πῶς δοκεῖτε αὔθαδες ἔσται καὶ ὑπερήφανον;
当愚昧的人非但没有因其所犯的过错而受到惩罚,反而因此获得了荣誉时,你们认为它会变得多么傲慢和自大?
μὴ γὰρ δὴ ἐκείνῃ τῇ ἐλπίδι ἐπαίρεσθε, ὡς μετριάσει περὶ τὰς ἀξιώσεις ὁ δῆμος, ἐὰν φανερὸν αὐτῷ γένηται, ὅτι ὑμεῖς ἅπαντες ἐψηφίσασθε οὕτως.
绝不要抱有那种希望,以为一旦平民看清你们所有人都是这样投票的,他们就会在要求上有所克制。

词汇与语法注释

  1. §6.61.1μὴ συγχεῖν — 不定式 μὴ συγχεῖν、μηδὲ κινεῖν、μηδʼ ἀναιρεῖν 和 δήμῳ τε μὴ εἴκειν 既可以作为前文动词 ἀποφαίνομαι(声明)的宾语(声明“不……”),也可以作为句首 δοκεῖ μοι(在我看来……是合适的)的真正主语。此处将其理解为说话者所声明的具体行动方案的一系列否定不定式从句。
  2. §6.61.2οὐχ ὅπως — 句式 οὐχ ὅπως ... ἀλλά 用于表示强烈的对比和否定,意为“非但没有……反而……”或“不仅不……反而……”。此处表示“我非但没有向对手妥协、动摇自己的意见,反而更加愤怒”。
  3. §6.61.3ὡς οὐκ ἐξὸν — 这是一个对格绝对结构(accusative absolute),使用无人称动词 ἔξεστι(可以、允许)的现在分词中性单数对格形式 ἐξόν。在连词 ὡς 的修饰下,表示主观或托词性的原因:“仿佛我们别无选择”。
  4. §6.61.4πῶς δοκεῖτε — 疑问副词 πῶς(如何)与第二人称复数动词 δοκεῖτε(你们认为)结合,形成一种口语化、插入语式的句式,用以强调后文(αὔθαδες ἔσται)的程度。相当于英语中的 'how do you think...?',相比于字面直译的询问,更带有一种“它将会变得多么傲慢啊!”的感叹与强调语气。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.61.1-6.61.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.61.1-6.61.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。