Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.60.1-6.60.4

批判民主制与谴责瓦勒里乌斯的妥协政策

第 466 段,共 962 段 · 希腊语

内容简介

阿庇乌斯·克劳狄乌斯将乌alerius对他个人的指责转化为对整个贵族阶级的挑战,并指出了民主制的内在缺陷。他指责乌alerius的温和政策煽动了平民无理的要求和违法行为,从而使城邦充满了愚昧与傲慢。

§6.60.1ἃ δʼ εἰς χαλεπότητα καὶ πονηρῶν ἀνθρώπων προστασίαν ὠνείδισέ μοι, μισόδημόν τε καὶ ὀλιγαρχικὸν ἀποκαλῶν, ὅτι τῆς ἀριστοκρατίας περιέχομαι, κοινὰ πάντων ὑμῶν ἐστι κατηγορήματα, ὅσοι οὐκ ἀξιοῦτε κρείττονες ὄντες ὑπὸ χειρόνων ἄρχεσθαι, οὐδʼ ἣν παρελάβετε ἀπὸ τῶν προγόνων πολιτείαν ὑπὸ τῆς κακίστης τῶν ἐν ἀνθρώποις πολιτειῶν δημοκρατίας ἀφαιρεθῆναι.
至于他因我坚守贵族制而指责我残暴和庇护恶人,称我为仇视平民者和寡头拥护者,这些都是对你们所有人的共同指责——只要你们这些身为更优秀者的人,不认为自己应当被更低劣者统治,也不认为自己从祖先那里继承的政体应当被人类中最恶劣的政体——民主制夺走。
§6.60.2οὐ γὰρ ἂν οὗτος ὀλιγαρχίαν ὄνομα θῆται τῇ τῶν κρατίστων ἡγεμονίᾳ, καὶ δὴ τὸ πρᾶγμα ὑπὸ τοῦ ὀνόματος διαβληθὲν ἀφανισθήσεται·
因为即使这个人将“寡头政治”之名加于最优秀者的统治,其实体也绝不会因这一名称受到诽谤而消失。
ἡμεῖς δὲ πολλῷ ἂν δικαιότερον ἐπενέγκαιμεν ὄνειδος καὶ ἀληθέστερον, δημοκοπίαν καὶ τυραννικῶν ἔργων ἐπιθυμίαν.
然而,我们却可以向他提出一个远为公正且真实的指控:即蛊惑人心以及对僭主行径的渴望。
οὐδενὶ γὰρ δὴ ἄδηλον, ὅτι πᾶς τύραννος ἐκ δημοκόλακος φύεται, καὶ ταχεῖα ὁδός ἐστι τοῖς καταδουλοῦσθαι τὰς πόλεις βουλομένοις ἡ διὰ τῶν κακίστων ἄγουσα πολιτῶν ἐπὶ τὰς δυναστείας, οὓς θεραπεύων οὗτος διατετέλεκε καὶ §6.60.3οὐδὲ μέχρι τοῦ παρόντος παύεται.
因为谁都清楚,每一个僭主都是由讨好平民者演变而来的;对于那些企图奴役城邦的人来说,通过最恶劣的市民通往权力的道路是一条捷径,而这个人一直在巴结他们,并且直到现在也未曾停止。
εὖ γὰρ ἴστε, ὅτι οὐκ ἂν ἐτόλμησαν οἱ φαῦλοι καὶ ταπεινοὶ τηλικαῦτα ἐξαμαρτεῖν, εἰ μὴ ὑπὸ τοῦ σεμνοῦ καὶ φιλοπόλιδος τούτου ἐξηγέρθησαν, ὡς δὴ ἀκίνδυνον αὐτοῖς τὸ ἔργον ἐσόμενον, καὶ πρὸς τῷ μηδεμίαν ὑποσχεῖν δίκην κρείττονα μοῖραν τῆς προτέρας ἕξοντες.
因为你们深知,如果不是受到这位庄重而自命爱国之人的煽动,那些卑微低下之辈绝不敢犯下如此大错,他们深信这举动对他们而言毫无危险,并且除了免受任何惩罚外,还能获得比以前更好的境遇。
μάθοιτε δʼ ἄν, ὡς ἀληθῆ ἐγὼ ταῦτα λέγω, μνησθέντες, ὅτι δεδιττόμενος ὑμᾶς ὑπὲρ πολέμου καὶ διαλλαγὰς ἀναγκαίας ἀποφαίνων ἅμα ἔφη καὶ ὡς οὐκ ἀγαπήσουσιν οἱ πένητες ἀφεθέντες τῶν χρεῶν, ἀλλὰ καὶ βοηθείας δεήσονταί τινος καὶ οὐκ ἀνέξονται ἔτι ὑφʼ ὑμῶν ὡς καὶ πρότερον ἀρχόμενοι· τελευτῶν δʼ ὑμᾶς ἠξίου στέργειν τὰ παρόντα καὶ συγχωρεῖν, ὅ τι ἂν ὁ δῆμος ἐπὶ τῇ καθόδῳ δικαιώσῃ λαβεῖν, μὴ διακρίναντας μήτʼ ἀπὸ καλῶν αἰσχρὰ μήτʼ ἀπὸ δικαίων ἄδικα.
如果你们回想起来,就会明白我所说的是真话:他一方面用战争来恐吓你们,指出和解势在必行,同时又宣称穷人不会仅满足于免除债务,反而还需要某种援助,且不再像以前那样忍受你们的统治;最后,他甚至要求你们顺应现状并予以让步,无论平民在回归时认为拿走什么合理,都不要去区分高尚与卑劣、正义与非正义。
§6.60.4τοσαύτης ἄρα αὐθαδείας τὸ ἀνόητον οὗτος ἐμπέπληκε τῆς πόλεως ἀνὴρ πρεσβύτερος καὶ πάσας κεκαρπωμένος τὰς παρʼ ὑμῶν τιμάς.
因此,这个年长且享有你们所赐予的一切荣誉的人,竟用如此的傲慢填满了城邦的愚昧部分。
ἆρʼ ἦν σοι ἄξιον, Οὐαλέριε, καθʼ ἑτέρων τὰ μὴ προσόντα ὀνείδη λέγειν τοιαύταις ὄντι κατηγορίαις ἐνόχῳ;
乌alerius啊,你自身既然承受着如此指控,难道还值得去对他人说那些不属于他们的指责吗?

词汇与语法注释

  1. 6.60.1κρείττονες ὄντες — 分词 κρείττονες ὄντες 可解释为让步(“尽管你们更为优秀”)或原因(“因为你们更为优秀”)。在元老院议员(贵族)自我认同的语境下,将其理解为让步,即“虽身为更优秀者却要接受更低劣者的统治”,最为符合文意。
  2. 6.60.2οὐ γὰρ ἂν οὗτος ὀλιγαρχίαν ὄνομα θῆται — ἄν 连同虚拟语气 θῆται(τίθημι 的不定过去时中动虚拟语气)在此表示假设或让步条件(“即使他冠以……之名”)。它与后文带否定词 οὐ 的将来直说语气 ἀφανισθήσεται 相呼应,构成强烈的否定逻辑:“即使这个人给予这样的名称,实物也不会因此消失”。
  3. 6.60.3ὡς δὴ ἀκίνδυνον αὐτοῖς τὸ ἔργον ἐσόμενον — 由 ὡς 引导的两个分词结构在此并列。ἀκίνδυνον ... ἐσόμενον 是以 τὸ ἔργον 为主语的宾格绝对结构(中性将来分词 ἐσόμενον),而随后的 ἕξοντες 则是与该句主语(οἱ φαῦλοι καὶ ταπεινοί)一致的主格将来分词。ὡς 表示他们主观上的信念或预期(“相信……”)。
  4. 6.60.4τοσαύτης ἄρα αὐθαδείας τὸ ἀνόητον οὗτος ἐμπέπληκε τῆς πόλεως — 动词 ἐμπίπλημι(在此为完成式 ἐμπέπληκε)支配“宾格(被填满的对象)+ 属格(用以填满的事物)”。在此,宾格宾语为 τὸ ἀνόητον(愚蠢的部分/缺乏理智的要素),属格为 τοσαύτης αὐθαδείας(如此的傲慢)。属格名词短语 τῆς πόλεως(城邦的)修饰 τὸ ἀνόητον,从而在语序上产生了巨大的超前置(hyperbaton)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.60.1-6.60.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.60.1-6.60.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。