Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.59.1-6.59.3

阿庇乌斯·克劳狄乌斯反驳瓦勒里乌斯的指控

第 465 段,共 962 段 · 希腊语

内容简介

阿庇乌斯·克劳狄乌斯起立发言,进行抗辩,指出乌alerius针对他不当谋利、奴役穷人以及导致平民离反的指控完全是不实之词。

§6.59.1μετὰ τοῦτον ἀνέστη κληθεὶς Ἄππιος Κλαύδιος ὁ τῆς ἐναντιουμένης τῷ δήμῳ στάσεως ἡγεμὼν ἀνὴρ μέγα φρονῶν ἐφʼ ἑαυτῷ καὶ τοῦτʼ οὐκ ἄνευ δικαίας πάσχων αἰτίας·
在他之后,被点名起立的是阿庇乌斯·克劳狄乌斯,他是与平民对立之派系的领袖。
ὅ τε γὰρ ἴδιος αὐτοῦ βίος ὁ καθʼ ἡμέραν σώφρων καὶ σεμνὸς ἦν, ἥ τε προαίρεσις τῶν πολιτευμάτων εὐγενὴς καὶ τὸ ἀξίωμα σώζουσα τῆς ἀριστοκρατίας·
他是一个极有自负心的人,而他如此自负也并非没有正当理由;因为他的个人日常生活既克制又庄重,而在政治活动中的抉择也是高尚的,维护着贵族统治的尊严。
ὃς ἀφορμὴν λαβὼν τὴν Οὐαλερίου δημηγορίαν τοιούτοις ἐχρήσατο λόγοις· §6.59.2ἐν ἐλάττονι μὲν αἰτίᾳ ἂν Οὐαλέριος ἦν, εἰ τὴν αὑτοῦ γνώμην ἀπεφήνατο μόνην, τῶν δὲ τἀναντία ἐγνωκότων μὴ κατηγόρει· περιῆν γὰρ ἂν αὐτῷ μηδὲν ἀκοῦσαι τῶν προσόντων αὐτῷ κακῶν.
他以乌alerius的演说为契机,发表了如下言论: “乌alerius如果仅表明他自己的意见,而不指责那些持有相反观点的人,他所受到的非议本会更少;因为这样他就能免于听到任何加于他自身的恶名。
ἐπεὶ δʼ οὐκ ἀπέχρησεν αὐτῷ τοιαῦτα συμβουλεύειν, ἐξ ὧν οὐδὲν ἄλλʼ ἢ τοῖς κακίστοις τῶν πολιτῶν δουλεύσομεν, ἀλλὰ καὶ τῶν ἐναντιουμένων αὐτῷ καθήψατο κἀμοῦ ἁψιμάχως ἐμνήσθη, πολλὴν ἀνάγκην ὁρῶ κἀμοὶ περὶ τούτων εἰπεῖν καὶ πρῶτον ἀπολύσασθαι τὰς κατʼ ἐμαυτοῦ διαβολάς.
但由于他并不满足于提出这种除了让我们向最恶劣的市民屈服之外别无他果的建议,反而还攻击那些反对他的人,并挑衅地提及我,因此我认为我自己也有极大的必要就这些事情发言,并首先洗清针对我的诽谤。
ὠνείδισται γάρ μοι πρὸς αὐτοῦ ἐπιτήδευμα οὔτε πολιτικὸν οὔτʼ εὐπρεπές, ὡς ἀπὸ παντὸς χρηματίζεσθαι προῄρημαι τρόπου καὶ πολλοὺς τῶν πενήτων ἀφῄρημαι τὴν ἐλευθερίαν, καὶ ὡς ἡ ἀπόστασις τοῦ δήμου καὶ διʼ ἐμὲ οὐχ ἥκιστα γέγονεν· ὧν οὐδὲν ὅτι ἀληθές ἐστιν οὐδʼ ὑγιὲς ῥᾴδιον ὑμῖν μαθεῖν.
因为他指责我有着既不合乎公民身份也不体面的行为,声称我选择通过一切手段谋利,剥夺了许多穷人的自由,并且平民的离反在不小程度上也是因为我而引起的;你们很容易就能了解到,这些指责没有一条是真实或有根据的。
§6.59.3ἴθι γάρ, εἰπὲ ὦ Οὐαλέριε, τίνες εἰσὶν οὓς κατεδουλωσάμην ἐγὼ πρὸς τὰ χρέα;
那么,告诉我吧,乌alerius,那些被我因债务而奴役的人是谁?
τίνας ἐν δεσμοῖς πολίτας ἔσχον ἢ νῦν ἔχω;
我曾把哪些公民关进牢狱,或者现在正关着谁?
τίς τῶν ἀφεστηκότων διὰ τὴν ἐμὴν ὠμότητα ἢ φιλοχρηματίαν στέρεται τῆς ἑαυτοῦ πατρίδος;
在那些离反的人当中,有谁是因为我的残忍或贪财而失去了自己的祖国?
ἀλλʼ οὐκ ἂν ἔχοις εἰπεῖν.
但你却说不出来。
τοσούτου γὰρ δέω τινὰ πολιτῶν καταδεδουλῶσθαι διὰ χρέος, ὥστε πολλοῖς πάνυ τὰ ἐμαυτοῦ προέμενος οὐδένα τῶν ἀποστερησάντων με πρόσθετον ἐποιησάμην οὐδὲ ἄτιμον, ἀλλὰ πάντες εἰσὶν ἐλεύθεροι καὶ πάντες οἴδασί μοι χάριν φίλων τε καὶ πελατῶν ἐν τοῖς ἀναγκαιοτάτοις ἐξετάζονται.
因为我绝没有因为债务而奴役任何公民,甚至于我将自己的财产慷慨地分给极多的人,却从未将任何未能偿还我财产的人变成债务奴隶,也未剥夺他们的名誉,相反,他们全部都是自由的,并且都对我心存感激,被列入我最亲密的友人及被保护民之中。
καὶ οὐ λέγω ταῦτα κατηγορῶν ἐγὼ τῶν μὴ τὰ παραπλήσια ἐμοὶ πεποιηκότων οὐδʼ εἴ τινες νόμῳ συγχωρούμενόν τι ἔδρασαν ἀδικεῖν αὐτοὺς οἴομαι, ἀλλὰ τὰς κατʼ ἐμαυτοῦ διαβολὰς ἀπολύομαι.
我之所以说这些,并不是为了指责那些没有做出与我类似行为的人,如果有人做了法律所允许的事情,我也不认为他们是在作恶,而只是为了澄清针对我自己的诽谤。 ”

词汇与语法注释

  1. 6.59.1τοῦτʼ οὐκ ἄνευ δικαίας πάσχων αἰτίας — 代词 τοῦτο 指代前文“自负”(μέγα φρονῶν ἐφʼ ἑαυτῷ)的精神状态,分词 πάσχων 在此意为“经历”或“承受”某种状态。字面意思是“非无正当理由而经历此事”,表明他的自负是有客观原因(如私生活的克制和贵族尊严)作为支撑的。
  2. 6.59.2ἐν ἐλάττονι μὲν αἰτίᾳ ἂν Οὐαλέριος ἦν, εἰ τὴν αὑτοῦ γνώμην ἀπεφήνατο μόνην, τῶν δὲ τἀναντία ἐγνωκότων μὴ κατηγόρει — 这是一个过去虚拟条件句(反事实条件句)。条件从句由 εἰ 引导,其中包括不定过去时直说法的 ἀπεφήνατο(表示单一动作)和未完成过去时直说法的 κατηγόρει(表示持续性动作),而主句则使用未完成过去时直说法加 ἄν 的 ἂν ἦν。这里对两种动作的体(aspect)进行了精确的区分。
  3. 6.59.2ὧν οὐδὲν ὅτι ἀληθές ἐστιν... ῥᾴδιον ὑμῖν μαθεῖν — 连词 ὅτι 被直接置于关系代词 ὧν(及 οὐδέν)之后。这是一种语序倒装(hyperbaton),因为标准的句式本应是 ῥᾴδιον ὑμῖν [ἐστι] μαθεῖν ὅτι οὐδὲν τούτων ἀληθές ἐστιν(“你们很容易了解到这些指责没有一条是真实的”),而关系代词引导的成分被提到了句首。
  4. 6.59.3τοσούτου γὰρ δέω... ὥστε... — 动词 δέω(缺少)的人称用法(带有度量属格 τοσούτου),类似于习惯用法 πολλοῦ δέω(“我远非……”)。它与后文的 ὥστε 引导的结果从句相呼应,构成强烈的否定和对比:“我绝非因债务奴役公民,以至于(ὥστε)反而……”

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.59.1-6.59.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.59.1-6.59.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。