Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.38.1-6.38.3

阿皮乌斯·克劳狄乌斯的演说与设立独裁官的提议

第 444 段,共 962 段 · 希腊语

内容简介

阿皮乌斯·克劳狄乌斯发表讲演,表明对平民绝不妥协的强硬立场,并提出选出一位独裁官作为解决城邦危机和分裂的唯一药方。

§6.38.1ἀεὶ μέν, ὦ βουλή, ὁσάκις ὑπὲρ τούτων προὐτέθη λόγος, ἐπὶ τῆς αὐτῆς εἰμὶ γνώμης, μὴ ἐπιτρέπειν τῷ δήμῳ μηδὲν τῶν ἀξιουμένων, ὅ τι μὴ νόμιμον μηδὲ καλόν, μήτε τὸ φρόνημα τῆς πόλεως ἐλαττοῦν, καὶ οὐδὲ νῦν μεταγινώσκω τῶν ἐξ ἀρχῆς μοι φανέντων οὐδέν·
诸位元老,每当就这些事务提出讨论时,我始终持有相同的意见:即绝不准许平民提出任何既不合法也不光彩的要求,亦不削弱城邦的尊严。
ἢ πάντων ἂν εἴην ἀνθρώπων ἀφρονέστατος, εἰ πέρυσι μὲν ὕπατος ὢν ἀντιπράττοντός μοι τοῦ συνυπάτου καὶ τὸν δῆμον ἐπισείοντος ἀντέσχον καὶ διέμεινα ἐπὶ τῶν ἐγνωσμένων οὔτε φόβῳ ἀποτραπεὶς οὔτε δεήσει οὔτε χάρισιν εἴξας, νῦν δʼ ἰδιώτης ὢν ῥίψαιμι ἐμαυτὸν καὶ τὴν παρρησίαν καταπροδοίην·
即使在现在,对于当初我认为正确的事,我也没有丝毫改变心意;否则我将是所有人中最愚蠢的:如果去年我身为执政官,尽管同僚执政官与我作对并煽动平民,我仍坚忍不拔且固守已定之见,既未因恐惧而退缩,也未向恳求妥协,亦未因讨好而屈服,而如今成为一介平民,我却要作践自己并背叛我的直言不讳。
§6.38.2εἴτε μου τὸ ἐλεύθερον τῆς ψυχῆς ὑμῶν ἕκαστος βούλεται ἀποκαλεῖν εὐγενὲς εἴτε αὔθαδες, ὅσον ἂν ζῶ χρόνον οὐκ ἀποστήσομαι τοῦ ἤδη καλῶς δεδογμένου, καὶ οὐδέποτε εἰσάξω χαριζόμενος τοῖς κακοῖς χρεῶν ἀποκοπάς, ἀλλὰ καὶ πρὸς τοὺς εἰσάγοντας αὐτὰς ἁπάσῃ προθυμίᾳ χρώμενος ὁμόσε χωρήσω, λογιζόμενος, ὅτι πᾶσα κακία καὶ διαφθορὰ καὶ συλλήβδην ἀνατροπὴ πόλεως ἀπὸ χρεοκοπίας ἄρχεται.
无论你们中每个人是愿意将我灵魂的这种自由称为高贵,还是称为傲慢,只要我活着,我就不会放弃已经做出的正确决定,我也绝不会为了迎合恶人而引入免除债务的法案,反而对于那些引入这些法案的人,我将竭尽全力正面迎击,因为我认为,一切邪恶、腐败以及城邦的彻底覆灭,都是从债务免除开始的。
§6.38.3καὶ εἴτε τις ἀπὸ τοῦ φρονίμου εἴτε διὰ μανίας τινός, ἐπειδὴ οὐ τὸ ἴδιον ἀσφαλές, ἀλλὰ τὸ τῆς πόλεως ἀξιῶ σκοπεῖν, εἴτε ὁπωσδήποτε οἰήσεται τάδε λέγεσθαι, συγχωρῶ αὐτῷ νομίζειν, ὅπως βούλεται, μέχρι δὲ παντὸς ἐναντιώσομαι τοῖς μὴ τὰ πάτρια πολιτεύματα εἰσηγησομένοις.
至于有人究竟是认为这些话是出于明智,还是出于某种疯狂——因为我认为不应考虑自身的安全,而应考虑城邦的安全——或者是出于其他任何原因,我都随他便,他爱怎么想就怎么想;但对于那些不愿引入祖传宪制的人,我将反对到底。
ἐπειδὴ δʼ οὐ τὰ χρέα ἀπαιτοῦσιν οἱ καιροί, μεγάλην δὲ βοήθειαν, ὃ μόνον ἔσται τῆς διχοστασίας φάρμακον ἐν τῷ παρόντι φράσω· δικτάτορα ἕλεσθε κατὰ τάχος, ὃς ἀνευθύνῳ χρώμενος ἐξουσίᾳ καὶ βουλὴν καὶ δῆμον ἀναγκάσει τὰ κράτιστα τῷ κοινῷ φρονεῖν· ἄλλη γὰρ οὐκ ἔσται τηλικούτου κακοῦ λύσις.
然而,既然当下的局势所需要的并非追讨债务,而是巨大的救助,我将指出目前对抗这场分裂的唯一药方:尽快选出一位独裁官,他将行使不受问责的权力,迫使元老院和民众都去考虑对国家最有利的事;因为对于如此巨大的灾祸,别无他途可以解决。

词汇与语法注释

  1. 6.38.1μὴ ἐπιτρέπειν — 阐释名词 `γνώμης` 具体内容的说明性(或同位语)不定式短语。由于语境涉及禁止或拒绝,因此使用否定词 `μή`。
  2. 6.38.1εἰ... ἀντέσχον... ῥίψαιμι... καταπροδοίην — 这是一个不规则的混合条件句:在由 `εἰ` 引导的条件从句中,表示过去事实的直说过去时 `ἀντέσχον`(在 `μέν` 分句中)与表示假设性现在情况的祈愿时 `ῥίψαιμι` 和 `καταπροδοίην`(在 `δέ` 分句中)并列。这种结构生动地对比了发言者过去的坚定与现在的假设性背叛。
  3. 6.38.3τοῖς μὴ ... εἰσηγησομένοις — 带有否定词 `μή` 的将来时分词的名词化用法。作为定语分词,表示意图、意愿或假设性群体(“那些不打算/拒绝引入祖传宪制的人”)。
  4. 6.38.3ὃ μόνον ἔσται — 中性关系代词 `ὅ` 并不指代前文的某个特定名词,而是预先指代(prolepsis)随后紧接的整个从句内容,即 `δικτάτορα ἕλεσθε`(选出独裁官的命令)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.38.1-6.38.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.38.1-6.38.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。