§6.36.1διῳκίσμεθα γὰρ ὡς ὁρᾶτε καὶ δύο πόλεις ἔχομεν, τὴν μὲν ὑπὸ πενίας τε καὶ ἀνάγκης ἀρχομένην, τὴν δʼ ὑπὸ κόρου καὶ ὕβρεως.
因为,如你们所见,我们已被分裂并拥有两个城邦:一个受制于贫穷与匮乏,另一个则受制于骄奢与傲慢。
αἰδὼς δὲ καὶ κόσμος καὶ δίκη, ὑφʼ ὧν ἅπασα πολιτικὴ κοινωνία σώζεται, παρʼ οὐδετέρᾳ μένει τῶν πόλεων.
然而,使一切政治共同体得以维系的敬畏、秩序与正义,在这两个城邦中都不复存在。
τοιγάρτοι χειρὶ τὸ δίκαιον ἤδη παρʼ ἀλλήλων λαμβάνομεν κἂν τῷ βιαιοτέρῳ τίθεμεν τὸ δικαιότατον, ὥσπερ τὰ θηρία, τὸ ἀντίπαλον ἐξολέσαι μετὰ τοῦ σφετέρου κακοῦ βουληθέντες, ἢ τὸ ἑαυτοῖς ἀσφαλὲς φυλάττοντες μετὰ τοῦ §6.36.2διαφόρου κοινῇ σεσῶσθαι.
因此,我们现在已然用武力夺取彼此的正义,并且像野兽一样,将最正义之物寄托于更强暴者之上,宁愿伴随着自身的毁灭去消灭对手,也不愿在维护自身安全的同时,与对手一同获得拯救。
ὧν ἐγὼ ὑμᾶς ἀξιῶ πολλὴν πρόνοιαν ποιήσασθαι βουλὴν ὑπὲρ αὐτῶν τούτων καθίσαντες, ἐπειδὰν ἀπολύσητε τὰς πρεσβείας. ἃ δὲ ταῖς πρεσβείαις ἀποκρίνασθαι ἐν τῷ παρόντι παραινεῖν ἔχω, ταῦτʼ ἐστιν·
关于这些事,我请求你们在遣散使团之后,针对这些具体问题设立会议进行审议,并予以极大关注。
ἐπειδὴ Οὐολοῦσκοι μὲν ἀπαιτοῦσιν ἡμᾶς ἃ ὅπλοις κρατήσαντες ἔχομεν καὶ πόλεμον ἀπειλοῦσι μὴ πειθομένοις, τάδε λέγωμεν, ὅτι Ῥωμαῖοι καλλίστας ὑπολαμβάνομεν κτήσεις εἶναι καὶ δικαιοτάτας, ἃς ἂν κατάσχωμεν πολέμου λαβόντες κατὰ νόμον, καὶ οὐκ ἂν ὑπομείναιμεν μωρίᾳ τὴν ἀρετὴν ἀφανίσαι· παραδόντες δὲ ταῦτα τοῖς ἀπολωλεκόσιν ὧν κοινωνητέον τε παισὶ καὶ τοῖς ἐκ τούτων γενομένοις καταλιπεῖν ἀεὶ ἀγωνιούμεθα, τῶν νῦν γε ὑπαρχόντων ἤδη στερησόμεθα καὶ ἑαυτοὺς ὅσα πολεμίους βλάψομεν.
至于目前我能建议你们对使团作出的答复,则是这些:既然沃尔西人要求我们归还我们用武力征服并占有的土地,并威胁说若不顺从就发动战争,那么我们应当这样对他们说,即我们罗马人认为,凡是在战争中依法夺取并占有的财产,都是最美好也最正当的财产,我们绝不容忍因愚蠢而抹杀我们的美德;因为,如果我们将这些财产——也就是我们应当与子女共享、并始终努力留给子孙后代的那些财产——拱手让给那些失去它们的人,我们就将立刻失去现有的财产,并且对自己造成的伤害将不亚于对敌人造成的伤害。
§6.36.3Λατίνων δὲ τὸ εὔνουν ἐπαινέσαντες ἀναθαρσύνωμεν τὸ δεδιὸς ὡς οὐκ ἐγκαταλείψομεν αὐτούς, ἕως ἂν τὸ πιστὸν φυλάσσωσιν, ἐν οὐδενὶ δεινῷ γενομένους διʼ ἡμᾶς, ἀλλὰ δύναμιν ἱκανὴν ἀμύνειν αὐτοῖς πέμψομεν οὐ διὰ μακροῦ.
至于拉丁人,我们在赞扬他们的好意之余,也应当消除他们的恐惧,告诉他们只要他们保持忠诚,我们绝不会遗弃他们,他们绝不会因我们而陷入任何危险,反而我们不久就会派遣足够的兵力去防卫他们。
ταύτας ἡγοῦμαι κρατίστας τε καὶ δικαιοτάτας ἔσεσθαι τὰς ἀποκρίσεις.
我认为,这些答复将是最有力且最公正的。
ἀπαλλαγεισῶν δὲ τῶν πρεσβειῶν πρώτην φημὶ χρῆναι βουλὴν τοῖς κατὰ τὴν πόλιν θορύβοις ἡμᾶς ἀποδοῦναι καὶ ταύτην οὐκ εἰς μακράν, ἀλλὰ τῇ ἐπιούσῃ ἡμέρᾳ.
而在使团离去之后,我主张我们必须首先针对城内的骚乱举行审议,而且不能拖延,而是在次日就进行。