Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.10.1-6.10.3

战斗爆发与出人意料的激烈肉搏

第 416 段,共 962 段 · 希腊语

内容简介

波斯图米乌斯的演讲激发了罗马军队神圣的勇气,双方随即陷入激烈的肉搏战。尽管双方起初都期望在第一波攻势中吓退对手,但这一预测落空,导致双方展开了超越自身力量的惨烈厮杀。

§6.10.1ἔτι δʼ αὐτοῦ λέγοντος τὰ εἰς τὸ γενναῖον ἐπαγωγὰ θάρσος τι δαιμόνιον ἐμπίπτει τῇ στρατιᾷ, καὶ ὥσπερ ἐκ μιᾶς ψυχῆς ἅπαντες ἀνεβόησαν ἅμα· θάρσει τε καὶ ἄγε.
当他还在说着这些引导高尚勇气的话时,一种神圣的勇敢降临在军队中,大家仿佛同心协力般一齐喊道:“振作起来,前进!
καὶ ὁ Ποστόμιος ἐπαινέσας τὸ πρόθυμον αὐτῶν καὶ τοῖς θεοῖς εὐξάμενος, ἐὰν εὐτυχὲς καὶ καλὸν τέλος ἀκολουθήσῃ τῇ μάχῃ, θυσίας τε μεγάλας ἀπὸ πολλῶν ἐπιτελέσειν χρημάτων καὶ ἀγῶνας καταστήσεσθαι πολυτελεῖς, οὓς ἄξει ὁ Ῥωμαίων δῆμος ἀνὰ
”波斯图米乌斯赞扬了他们的热情,并向神明祈祷,如果这场战斗能迎来幸运而美好的结局,他将用巨资举行盛大的祭祀,并设立花费不菲的竞技会,由罗马人民每年举办。
§6.10.2πᾶν ἔτος, ἀπέλυσεν ἐπὶ τὰς τάξεις.
随后,他将他们解散回各自的阵列。
ὡς δὲ τὸ σύνθημα τὸ παρὰ τῶν ἡγεμόνων παρέλαβον καὶ τὰ παρακλητικὰ τῆς μάχης αἱ σάλπιγγες ἐνεκελεύσαντο, ἐχώρουν ἀλαλάξαντες ὁμόσε, πρῶτον μὲν οἱ ψιλοί τε καὶ ἱππεῖς ἀφʼ ἑκατέρων, ἔπειθʼ αἱ πεζαὶ φάλαγγες ὁπλισμούς τε καὶ τάξεις ὁμοίας ἔχουσαι·
当他们从指挥官那里接到暗号,且小号吹响了战斗的鼓舞信号时,他们便高声呐喊着向前冲去,起初是双方的轻装步兵和骑兵,接着是拥有相似装备和阵型的重装步兵方阵。
καὶ γίνεται πάντων ἀναμὶξ μαχομένων καρτερὸς ἀγὼν καὶ ἐν χερσὶ πᾶσα ἡ μάχη.
所有人都混战在一起,展开了激烈的较量,整场战斗完全成了肉搏战。
§6.10.3ὡς δὲ πολὺ τὸ παράλογον ἀμφοτέροις τῆς δόξης ἦν·
然而,双方的预期落空得多么严重啊!
οὐδέτεροι γὰρ ἐλπίσαντες μάχης δεήσειν σφίσιν, ἀλλὰ τῇ πρώτῃ ἐφόδῳ τοὺς πολεμίους ὑπολαβόντες φοβήσειν, Λατῖνοι μὲν τῷ πλήθει τῆς σφετέρας ἵππου πιστεύσαντες, ἧς οὐδὲ τὸ ῥόθιον ᾤοντο τοὺς Ῥωμαίους ἱππεῖς ἀνέξεσθαι, Ῥωμαῖοι δὲ τῷ τολμηρῶς· καὶ ἀπερισκέπτως ἐπὶ τὰ δεινὰ χωροῦντες καταπλήξεσθαι τοὺς πολεμίους·
因为双方都未料到会需要一场真正的大战,而是以为在第一波冲击中就能吓退敌人:拉丁人寄希望于自身庞大的骑兵数量,认为罗马骑兵连他们的冲锋声势都无法承受;而罗马人则认为,通过英勇无畏地冲向危险,他们能彻底震慑敌人。
ταῦτα ὑπὲρ ἀλλήλων καταδοξάσαντες ἐν ἀρχαῖς τἀναντία ἑώρων γινόμενα.
在开始时,对彼此抱有这些假设的他们,却看到了相反的情况发生。
οὐκέτι δὲ τὸ τῶν ἀντιπολεμίων δέος, ἀλλὰ τὸ ἴδιον θάρσος ἑκάτεροι τοῦ τε σωθήσεσθαι καὶ τοῦ νικήσειν αἴτιον σφίσι νομίσαντες ἀγαθοὶ μαχηταὶ καὶ ὑπὲρ δύναμιν ἐφάνησαν.
双方不再因为对敌人的恐惧,而是认为自己的勇气才是拯救自身并赢得胜利的原因,从而表现得像超越自身力量的优秀战士。
ἐγίνοντο δὲ ποικίλαι καὶ ἀγχίστροφοι περὶ αὐτοὺς αἱ τοῦ ἀγῶνος τύχαι.
围绕着他们的战斗局势变得复杂多变,瞬息万变。

词汇与语法注释

  1. §6.10.1ἔτι δʼ αὐτοῦ λέγοντος — 以代词 αὐτοῦ 为主语的属格绝对构文,指代在前文发表开战演说的波斯图米乌斯。
  2. §6.10.1θάρσει τε καὶ ἄγε — 第二人称单数现在时命令式(θάρσει 与 ἄγε)。尽管呼喊的主语是复数(ἅπαντες),但这里使用单数形式,作为战斗中习惯性的号子或彼此间的相互鼓励。
  3. §6.10.2τὰ παρακλητικὰ τῆς μάχης — 名词化的中性复数形容词 τὰ παρακλητικά(起鼓舞作用的事物/信号)与目的格属格 τῆς μάχης(为了战斗)相结合,意为“战斗的冲锋信号”。
  4. §6.10.3ὡς δὲ πολὺ τὸ παράλογον ἀμφοτέροις τῆς δόξης ἦν — 此句由表示感叹的 ὡς(多么……啊)引导,在语法上与后文主句的动词 ἑώρων(目睹)不直接相连,构成了破格句(anacoluthon)。或者,亦可将 ὡς 理解为引导原因从句的连词(由于……)。
  5. §6.10.3τῷ ... καταπλήξεσθαι — 带与格冠词 τῷ 的将来时不定式。在此用作表示手段或原因的与格,用以表明罗马人一侧的预期内容:‘(深信通过大胆无畏的前进)将震慑住敌人’。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.10.1-6.10.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.10.1-6.10.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。