Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.67.1-5.67.5

阿庇乌斯主张元老院主导与贬抑平民

第 396 段,共 962 段 · 希腊语

内容简介

阿庇乌斯·克劳狄乌斯·萨比努斯阐述了在新宪章中防范恶习引入的重要性,主张国家决策应当由元老院而非愚蠢的群众来引导。他还指出,即使穷人拒绝拿起武器,由于其军事能力微乎其微,也不会给城邦带来重大危害。

§5.67.1παντὸς δὲ μάλιστα σκοπεῖν αὐτοὺς ἠξίου καινὴν καθισταμένους πολιτείαν, ὅπως μηθὲν εἰς αὐτὴν παρελεύσεται πονηρὸν ἔθος, πολλὴν ἀνάγκην εἶναι λέγων ὁποἶ ἄττʼ ἂν ᾖ τὰ κοινὰ τῶν πόλεων ἐπιτηδεύματα, τοιούτους γίνεσθαι τοὺς τῶν ἰδιωτῶν βίους.
最重要的是,他要求他们在确立新宪章时,务必注意不让任何恶习渗入其中。 他指出,无论城邦的公共习惯如何,私人的生活方式必然也会变得与之相应。
ἔθος δʼ εἶναι οὐδὲν κάκιον οὔτε πόλεσιν οὔτε οἴκοις τοῦ καθʼ ἡδονὰς ἀεὶ ζῆν ἕκαστον καὶ τοῦ πάντα συγχωρεῖσθαι τοῖς ἥττοσιν ὑπὸ τῶν κρειττόνων, εἴτε πρὸς χάριν εἴτε πρὸς ἀνάγκην·
他还说,无论对于城邦还是对于家庭,最坏的恶习莫过于每个人都总是按照自己的享乐来生活,以及强者对弱者做出一切妥协(无论是出于讨好还是出于被迫)。
οὐ γὰρ ἀποπληροῦσθαι τὰς ἐπιθυμίας τῶν ἀφρόνων τυγχανούσας ὧν ἂν δεηθῶσιν, ἀλλʼ ἑτέρων εὐθὺς ὀρέγεσθαι μειζόνων καὶ εἰς ἄπειρον προβαίνειν· μάλιστα δὲ τοῦτο πάσχειν τοὺς ὄχλους·
因为愚者的欲望在得到他们所要求的东西时并不会满足,而是立刻去渴望其他更大的东西,并无限膨胀;而群众最容易遭受这种情况。
ἃ γὰρ καθʼ ἑαυτὸν ἕκαστος αἰσχύνεται πράττειν ἢ δέδιεν ὑπὸ τοῦ κρείττονος κατειργόμενος, ταῦτʼ ἐν κοινῷ γενομένους ἑτοιμότερον παρανομεῖν προσειληφότας ἰσχὺν ταῖς ἑαυτῶν γνώμαις ἐκ τῶν τὰ ὅμοια βουλομένων.
因为每个人独自一人时感到羞耻或因受制于强者而害怕去做的事情,当他们聚集在一起时,由于从那些有相似意愿的人那里为自己的意见增添了力量,就会更容易地去违法犯罪。
§5.67.2ἀπληρώτους δὲ καὶ ἀορίστους ὑπαρχούσας τὰς τῶν ἀνοήτων ὄχλων ἐπιθυμίας ἀρχομένας ἔφη δεῖν κωλύειν, ἕως εἰσὶν ἀσθενεῖς, οὐχ, ὅταν ἰσχυραὶ καὶ μεγάλαι δύνωνται, καθαιρεῖν.
因此,他说,愚蠢群众的欲望既无法满足又无边无际,应当在它们刚刚开始、还很微弱时予以阻止,而不是等它们变得强大和巨大时再去打倒它们。
χαλεπωτέραν γὰρ ὀργὴν ἅπαντας ἔχειν τῶν συγχωρηθέντων στερομένους ἢ τῶν ἐλπιζομένων μὴ τυγχάνοντας.
因为所有人对于被剥夺已经妥协让步给他们的东西,比起未能获得他们所期望的东西,会怀有更强烈的愤怒。
§5.67.3παραδείγμασί τε πολλοῖς εἰς τοῦτʼ ἐχρήσατο πόλεων Ἑλληνίδων ἔργα διεξιών, ὅσαι μαλακισθεῖσαι διʼ ἀκαιρούς τινας ἀφορμὰς καὶ πονηρῶν ἐπιτηδευμάτων ἀρχὰς ἐφεῖσαι παρελθεῖν οὐκέτι παῦσαι καὶ ἀνελεῖν αὐτὰ δύναμιν ἔσχον· ἐξ ὧν εἰς αἰσχρὰς καὶ ἀνηκέστους ἠναγκάσθησαν προελθεῖν συμφοράς.
为此,他使用了许多希腊城邦的例子,详细讲述了她们的事迹:凡是因某些不合时宜的契机而变得软弱、并允许邪恶惯行之开端渗入的城邦,便不再有能力去制止和消除它们;因此,她们被迫走向了可耻且不可救药的灾难。
ἐοικέναι τε τῷ καθʼ ἕνα τὸ κοινὸν ἔφη, ψυχῇ μὲν ἀνδρὸς ἀνάλογον ἐχούσης τι τῆς βουλῆς, §5.67.4σώματι δὲ τοῦ δήμου.
他还说,共同体类似于个人,因为元老院具有相当于人的灵魂的部分,而平民则相当于身体。
ἐὰν μὲν οὖν τῆς βουλῆς τὸν ἄφρονα δῆμον ἄρχειν ἐῶσιν, ὅμοια πείσεσθαι αὐτοὺς ἔφη τοῖς ὑποτάττουσι τὴν ψυχὴν τῷ σώματι καὶ μὴ κατὰ τὸν λογισμόν, ἀλλὰ κατὰ τὰ πάθη ζῶσιν.
因此,如果他们允许愚蠢的平民统治元老院,他说他们将遭受与那些让灵魂屈从于身体、不按理性而按激情生活的人相同的命运。
ἐὰν δʼ ἄρχεσθαί τε καὶ ἄγεσθαι τὸν δῆμον συνεθίζωσιν ὑπὸ τῆς βουλῆς, ταὐτὸ ποιήσουσι τοῖς ὑποτάττουσι τῇ ψυχῇ τὸ σῶμα καὶ πρὸς τὸ βέλτιστον, ἀλλὰ μὴ §5.67.5πρὸς τὸ ἥδιστον τοὺς βίους ἄγουσι.
但如果他们习惯于让平民受到元老院的统治和引导,他们就会像那些让身体屈从于灵魂、将生活引向最善而非最乐的人一样。
βλάβην δὲ μεγάλην οὐδεμίαν ἀπέφαινε συμβήσεσθαι τῇ πόλει, ἐὰν οἱ πένητες ἀγανακτοῦντες ἐπὶ τῷ μὴ συγχωρηθῆναι σφίσι τὴν χρεοκοπίαν μὴ θελήσωσιν ὑπὲρ αὐτῆς τὰ ὅπλα ἀναλαβεῖν, ὀλίγους τινὰς εἶναι λέγων παντάπασι τοὺς μηδὲν ὑπολειπομένους ἑαυτοῖς ἔξω τοῦ σώματος, οὓς οὔτʼ ὠφέλειάν τινα παρέξεσθαι τῷ κοινῷ θαυμαστὴν ὅσην παρόντας ταῖς στρατείαις, οὔτε βλάβην ἀπόντας·
此外,他指出,如果穷人因债务清偿未获批准而感到愤恨,不愿为城邦拿起武器,城邦也不会遭受任何重大危害。 因为他说,除了肉体之外自己一无所有的人总共极其稀少,他们即便参与军事行动,也不会给共同体带来多么令人惊叹的益处,而不参与也同样不会带来危害。
ὑπομιμνήσκων αὐτούς, ὅτι τὴν ἐσχάτην ἀπελάμβανον ἐν τοῖς πολέμοις χώραν οἱ τοὐλάχιστον ἔχοντες τοῦ βίου τίμημα, καὶ ὅτι προσθήκης μοῖραν ἐπεῖχον οὗτοι τοῖς ἐν φάλαγγι τεταγμένοις, καταπλήξεως ἕνεκα τῶν πολεμίων συνόντες, οἷα δὴ μηδὲν φέροντες ὅπλον ὅτι μὴ σφενδόνας, ὧν ἐλάχιστον ἐν ταῖς μάχαις εἶναι ὄφελος.
他提醒他们,在战争中,生活财产评估最低的人分在最低的位置,这些人对于在方阵中排成阵列的人来说只起到附加物的作用,他们参与其中只是为了恐吓敌人,因为他们除了投石器之外不带任何武器,而投石器在战斗中的作用是微乎其微的。

词汇与语法注释

  1. 1006ὅπως μηθὲν εἰς αὐτὴν παρελεύσεται πονηρὸν ἔθος — 这是一个引导努力或注意动词 `σκοπεῖν`(注意/务必)的宾语从句(即 `ὅπως` 从句)。这里使用了直陈语气将来时 `παρελεύσεται` 而非虚拟语气,是表示“务必使某事发生或不发生”的经典句式,体现了确保恶习不渗入的强烈意志与客观防范。
  2. 1006τοῦ καθʼ ἡδονὰς ἀεὶ ζῆν ἕκαστον καὶ τοῦ πάντα συγχωρεῖσθαι τοῖς ἥττοσιν ὑπὸ τῶν κρειττόνων — 这是取决于比较级形容词 `κάκιον`(更坏)的比较属格。两个带冠词的不定式 `τοῦ ζῆν`(生活)和 `τοῦ συγχωρεῖσθαι`(被让步)并列,作为比较的基准。宾格的 `ἕκαστον`(每个人)作为 `ζῆν` 的逻辑主语,而宾格的 `πάντα`(一切事物)作为被动不定式 `συγχωρεῖσθαι` 的逻辑主语。
  3. 1007ψυχῇ μὲν ἀνδρὸς ἀνάλογον ἐχούσης τι τῆς βουλῆς — 这是一个独立属格结构,由属格主语 `τῆς βουλῆς`(元老院)和属格分词 `ἐχούσης`(具有)组成。形容词 `ἀνάλογον`(与……类似/相应)支配与格,因此 `ψυχῇ`(灵魂)采用了与格形式。
  4. p.v.2p.242θαυμαστὴν ὅσην — 这是一个惯用的关系表达。由 `θαυμαστόν ἐστιν ὅσην`(其巨大程度令人惊叹)紧缩、融合成一个形容词短语,意为“惊人地大”或“极大的”。其阴性、单数、宾格形式与它所修饰的名词 `ὠφέλειάν`(利益)相一致。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.67.1-5.67.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.67.1-5.67.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。