§5.36.1οἱ δὲ τὸν τέταρτον ἐνιαυτὸν ἄρξαντες ὕπατοι Σπόριος Λάρκιος καὶ Τῖτος Ἑρμίνιος ἄνευ πολέμου τὴν ἀρχὴν διετέλεσαν.
在第四年担任执政官的斯普里乌斯·拉尔基乌斯和提图斯·埃尔米尼乌斯在没有战争的情况下度过了他们的任期。
ἐπὶ τούτων Ἄρρος ὁ Πορσίνου τοῦ Τυρρηνῶν βασιλέως υἱὸς τὴν Ἀρικηνῶν πόλιν δεύτερον ἔτος ἤδη πολιορκῶν ἐτελεύτησεν.
在他们任职期间,第勒尼安人国王波希纳的儿子阿伦斯已在围攻阿里基亚人的城市第二年时去世。
§5.36.2εὐθὺς γὰρ ἅμα τῷ γενέσθαι τὰς Ῥωμαίων σπονδὰς τὴν ἡμίσειαν τῆς στρατιᾶς μοῖραν παρὰ τοῦ πατρὸς λαβὼν ἐστράτευσεν ἐπὶ τοὺς Ἀρικηνοὺς ἰδίαν κατασκευαζόμενος ἀρχὴν καὶ μικροῦ δεήσας τὴν πόλιν ἑλεῖν, ἐλθούσης τοῖς Ἀρικηνοῖς ἐπικουρίας ἔκ τʼ Ἀντίου καὶ Τύσκλου καὶ τῆς Καμπανίδος Κύμης, παραταξάμενος ἐλάττονι δυνάμει πρὸς μείζονα τοὺς μὲν ἄλλους ἐτρέψατο καὶ μέχρι τῆς πόλεως ἤλασεν, ὑπὸ δὲ Κυμαίων, οὓς ἦγεν Ἀριστόδημος ὁ Μαλακὸς ἐπικαλούμενος, νικηθεὶς ἀποθνήσκει, καὶ ἡ στρατιὰ τῶν Τυρρηνῶν μετὰ
因为在与罗马人达成和约后,他立即从父亲那里得到了半数军队,对阿里基亚人发动了远征,企图建立自己独立的统治。 他差一点就夺取了这座城市,但当阿里基亚人的援军从安提乌姆、图斯库鲁姆和坎帕尼亚的库迈赶到时,他以较弱的兵力对抗更强大的敌军,虽然击溃了其余人并将其逼至城下,但他却被绰号为“温和”的阿里斯托德摩斯所率领的库迈人击败并战死。
§5.36.3τὴν ἐκείνου τελευτὴν οὐκέτι ὑπομείνασα τρέπεται πρὸς φυγήν.
第勒尼安人的军队在他死后不再坚守,转身逃跑。
πολλοὶ μὲν δὴ αὐτῶν διωκόμενοι ὑπὸ τῶν Κυμαίων διεφθάρησαν, ἄλλοι δὲ πλείους σκεδασθέντες ἀνὰ τὴν χώραν εἰς τοὺς ἀγροὺς τῶν Ῥωμαίων οὐ πολὺ ἀπέχοντας κατέφυγον ὅπλα τʼ ἀπολωλεκότες καὶ ὑπὸ τραυμάτων ἀδύνατοι ὄντες προσωτέρω χωρεῖν.
其中许多人在库迈人的追击下丧生,但更多的人散落在乡间,逃到了相距不远的罗马人的田地里,他们丢弃了武器,且因受伤而无法继续前行。
οὓς ἐκ τῶν ἀγρῶν οἱ Ῥωμαῖοι κατακομίζοντες εἰς τὴν πόλιν ἁμάξαις τε καὶ ἀπήναις καὶ τοῖς ἄλλοις ὑποζυγίοις ἡμιθνῆτας ἐνίους, καὶ φέροντες εἰς τὰς ἑαυτῶν οἰκίας τροφαῖς τε καὶ θεραπείαις καὶ ταῖς ἄλλαις φιλανθρωπίαις πολὺ τὸ συμπαθὲς ἐχούσαις ἀνελάμβανον·
罗马人用货车、马车和其他役畜将他们从田野运送到城里,其中一些人已处于半死状态,罗马人把他们带回自己家里,通过食物、护理和其他充满极大同情的人道关怀使他们恢复健康。
ὥστε πολλοὺς αὐτῶν ταῖς χάρισι ταύταις ὑπαχθέντας μηκέτι τῆς οἴκαδε ἀφίξεως πόθον ἔχειν, §5.36.4ἀλλὰ παρὰ τοῖς εὐεργέταις σφῶν βούλεσθαι καταμένειν·
结果,他们中的许多人被这些恩惠所打动,不再有回家的念头,而是希望留在他们的恩人身边。
οἷς ἔδωκεν ἡ βουλὴ χῶρον τῆς πόλεως, ἔνθα οἰκήσεις ἔμελλον κατασκευάσασθαι, τὸν μεταξὺ τοῦ τε Παλατίου καὶ τοῦ Καπιτωλίου τέτταρσι μάλιστα μηκυνόμενον σταδίοις αὐλῶνα, ὃς καὶ μέχρις ἐμοῦ Τυρρηνῶν οἴκησις ὑπὸ Ῥωμαίων καλεῖται κατὰ τὴν ἐπιχώριον διάλεκτον ἄνθʼ ὧν εὕροντο παρὰ τοῦ βασιλέως αὐτῶν δωρεὰν οὐ τὴν ἐλαχίστου ἀξίαν, ἀλλʼ ἐφʼ ᾗ μάλιστα ἥσθησαν, τὴν πέραν τοῦ ποταμοῦ χώραν, ἧς ἀπέστησαν ὅτε διελύοντο τὸν πόλεμον·
元老院给他们拨出了城里的一块土地,供他们建造住宅,即位于帕拉蒂乌姆与卡皮托利乌斯之间、长约四斯塔迪翁的谷地,直到我的时代,罗马人仍用当地语言称其为“第勒尼安人街区”。 作为对此的回报,罗马人从他们的国王那里得到了一份极有价值的、且最令他们高兴的礼物,即他们在结束战争时放弃的河对岸的土地。
καὶ θυσίας ἀπέδοσαν τοῖς θεοῖς ἀπὸ χρημάτων πολλῶν, ἃς εὔξαντο γενόμενοι πάλιν τῶν Ἑπτὰ πάγων κύριοι συντελέσειν.
他们还花巨资向神明献祭,这些祭祀是他们誓言在重新成为“七丘之境”的主人时所要举行的。