§5.28.1ἐπαινεθεὶς δʼ ὑπὸ τῶν ἐν τῷ συνεδρίῳ καὶ λαβὼν οἰωνοὺς αἰσίους τῆς πράξεως διαβαίνει τὸν ποταμόν.
他受到元老院中人们的赞许,并为这次行动获得了吉兆,随后便渡过了河。
καὶ παραγενόμενος ἐπὶ τὸν χάρακα τῶν Τυρρηνῶν εἰσέρχεται, παρακρουσάμενος τοὺς φυλάττοντας τὰς πύλας ὡς τῶν ὁμοεθνῶν τις, ὅπλον τʼ οὐθὲν φανερὸν ἔχων καὶ γλώττῃ Τυρρηνικῇ διαλεγόμενος, ἣν ἐξέμαθεν ἔτι παῖς ὢν ὑπὸ τροφοῦ Τυρρηνίδος τὸ §5.28.2γένος ἐκδιδαχθείς.
到达伊特鲁里亚人的营垒后,他伪装成他们同族人的样子,欺骗了看守城门的士兵,混了进去,身上没有携带任何显眼的武器,并用伊特鲁里亚语交谈。 这门语言是他在孩提时代,由一位出身伊特鲁里亚的乳母教导而精通的。
ὡς δʼ ἐπὶ τὴν ἀγορὰν καὶ τὸ στρατήγιον ἀφίκετο, ἄνδρα ὁρᾷ μεγέθει τε καὶ ῥώμῃ σώματος διαφέροντα, ἐσθῆτα πορφυρᾶν ἐνδεδυκότα, καθήμενον ἐπὶ τοῦ στρατηγικοῦ βήματος, καὶ περὶ αὐτὸν ἑστῶτας ἐνόπλους συχνούς.
当他到达集市和司令部时,看见一个在身材和体魄上都非同寻常的男子,穿着紫色的衣袍,坐在将军的演坛上,周围站着许多全副武装的士兵。
διαμαρτὼν δὲ τῆς δόξης, οἷα δὴ μηδέποτε τὸν βασιλέα τῶν Τυρρηνῶν θεασάμενος, τοῦτον τὸν ἄνδρα ὑπέλαβε Πορσίναν εἶναι·
由于他从未见过伊特鲁里亚人的国王,因而判断失误,误以为这个人就是波塞那。
ὁ δʼ ἦν ἄρα γραμματεὺς τοῦ βασιλέως, ἐκάθητο δʼ ἐπὶ τοῦ βήματος διαριθμῶν τοὺς στρατιώτας καὶ διαγράφων αὐτοῖς τοὺς ὀψωνιασμούς.
然而,这人其实是国王的书记,当时正坐在演坛上,清点士兵人数并登记他们的薪饷。
§5.28.3ἐπὶ τοῦτον δὴ τὸν γραμματέα χωρήσας διὰ τοῦ περιεστηκότος ὄχλου καὶ ἀναβὰς ὡς ἄνοπλος ὑπʼ οὐθενὸς κωλυόμενος ἐπὶ τὸ βῆμα, σπᾶται τὸ ξιφίδιον, ὃ τῆς περιβολῆς ἐντὸς ἔκρυπτε, καὶ παίει τὸν ἄνδρα κατὰ τῆς κεφαλῆς.
于是他穿过周围伫立的人群,朝这位书记走去。 因为他看起来没有携带武器,便在无人阻拦的情况下登上了演坛。 他拔出藏在斗篷内侧的短剑,劈向那人的头部。
ἀποθανόντος δὲ τοῦ γραμματέως πληγῇ μιᾷ, συλληφθεὶς εὐθὺς ὑπὸ τῶν περὶ τὸ βῆμα πρὸς τὸν βασιλέα πεπυσμένον ἤδη τὴν τοῦ γραμματέως ἀναίρεσιν ἀπάγεται.
那名书记一击毙命,他随即被演坛周围的人逮捕,并被押送至已经得知书记被杀消息的国王面前。
§5.28.4ὁ δʼ ὡς εἶδεν αὐτόν, Ὦ μιαρώτατε πάντων, εἶπεν, ἀνθρώπων, καὶ δίκας ὑφέξων οὐκ εἰς μακρὰν ὧν ἄξιος εἶ, λέγε, τίς εἶ καὶ πόθεν ἀφιγμένος καὶ τίνι βοηθείᾳ πεποιθὼς ἐπεχείρησας ἔργῳ τηλικῷδε·
国王一见到他,便说:“你这全人类中最可恶的家伙,且很快就要承受你应得的惩罚,快说,你是谁,从哪里来,又凭仗着什么人的协助,才敢尝试如此大逆不道的勾当?
καὶ πότερον τὸν γραμματέα τὸν ἐμὸν ἀποκτεῖναί σοι προὔκειτο μόνον ἢ κἀμέ·
你预谋要杀的,仅仅是我的书记,还是连我也包括在内?
καὶ τίνας ἔχεις κοινωνοὺς τῆς ἐπιβουλῆς ἢ συνίστορας;
你在这场阴谋中有什么同谋或知情者?
ἀποκρύψῃ δὲ μηδὲν τῶν ἀληθῶν, ἵνα μὴ βασανιζόμενος ἀναγκασθῇς λέγειν.
不要隐瞒任何实情,免得你在严刑拷打下被迫招供。 ”