§5.16.1ἤδη δὲ περὶ καταφορὰν ὄντος ἡλίου πρὸς τοὺς ἑαυτῶν ἀνέστρεψαν ἑκάτεροι χάρακας, οὐ τοσοῦτον ἐπὶ τῇ νίκῃ χαίροντες, ὅσον ἐπὶ τῷ πλήθει τῶν ἀπολωλότων ἀχθόμενοι καί, εἰ δεήσειεν αὐτοῖς ἑτέρας μάχης, οὐχ ἱκανοὺς ἡγούμενοι τὸν ἀγῶνα ἄρασθαι τοὺς περιλειπομένους σφῶν τραυματίας τοὺς πολλοὺς ὄντας.
太阳已经西沉之时,双方各自退回至自己的营垒。 他们并不因胜利而感到多么高兴,反而为死去的人数之多而深感悲痛,并且认为,如果需要再次交战,他们中活下来的人(其中大多数人都受伤了)也不足以承担接下来的战斗。
§5.16.2πλείων δʼ ἦν περὶ τοὺς Ῥωμαίους ἀθυμία καὶ ἀπόγνωσις τῶν πραγμάτων διὰ τὸν τοῦ ἡγεμόνος θάνατον·
在罗马人当中,由于将领的牺牲,失望与绝望的情绪更加沉重。
καὶ λογισμὸς εἰσῄει πολλοῖς, ὡς ἄμεινον εἴη σφίσιν ἐκλιπεῖν τὸν χάρακα πρὶν ἡμέραν γενέσθαι.
许多人心中产生了这样一种想法:在天亮之前放弃营垒对他们而言或许更为有利。
τοιαῦτα δʼ αὐτῶν διανοουμένων καὶ διαλεγομένων πρὸς ἀλλήλους περὶ τὴν πρώτην που μάλιστα φυλακὴν ἐκ τοῦ δρυμοῦ, παρʼ ὃν ἐστρατοπεδεύσαντο, φωνή τις ἠκούσθη ταῖς δυνάμεσιν ἀμφοτέραις γεγονυῖα, ὥσθʼ ἅπαντας αὐτοὺς ἀκούειν εἴτε τοῦ κατέχοντος τὸ τέμενος ἥρωος εἴτε τοῦ καλουμένου Φαύνου.
正当他们如此思考并相互议论之时,大约在第一更天左右,从他们驻扎营寨旁的森林中,传出了一个两军都能听到的声音,使他们所有人都能听得清清楚楚,这声音或是属于占有该圣域的英雄,或是属于被称为法乌努斯的显神。
§5.16.3τούτῳ γὰρ ἀνατιθέασι τῷ δαίμονι Ῥωμαῖοι τὰ πανικὰ καὶ ὅσα φάσματα μορφὰς ἄλλοτε ἀλλοίας ἴσχοντα εἰς ὄψιν ἀνθρώπων ἔρχεται δείματα φέροντα, ἢ φωναὶ δαιμόνιοι ταράττουσι τὰς ἀκοὰς τούτου φασὶν εἶναι τοῦ θεοῦ τὸ ἔργον.
因为罗马人将突发的恐慌以及所有时常幻化出不同形状、呈现在世人眼前并带来恐惧的幻影,或是扰乱听觉的神圣声音,都归因于这位神灵,并称这些都是这位神明的作为。
ἡ δὲ τοῦ δαιμονίου φωνὴ θαρρεῖν παρεκελεύετο τοῖς Ῥωμαίοις ὡς νενικηκόσιν, ἑνὶ πλείους εἶναι τοὺς τῶν πολεμίων ἀποφαίνουσα νεκρούς.
而这神圣的声音勉励罗马人作为胜利者应当坚强起来,并宣告敌军的死者比他们多了一人。
ταύτῃ λέγουσι τῇ φωνῇ τὸν Οὐαλέριον ἐπαρθέντα νυκτὸς ἔτι πολλῆς ἐπὶ τὸν χάρακα τῶν Τυρρηνῶν ὤσασθαι καὶ πολλοὺς μὲν ἀποκτείναντα ἐξ αὐτῶν, τοὺς δὲ λοιποὺς ἐκβαλόντα κρατῆσαι τοῦ στρατοπέδου.
据人们说,瓦莱里乌斯受到这声音的鼓舞,趁着夜色尚深,冲向了伊特鲁里亚人的营垒,杀死了他们中的许多人,并将其余的人赶走,从而占领了该营地。