Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.12.1-5.12.3

科拉提努斯辞职与瓦莱里乌斯当选

第 341 段,共 962 段 · 希腊语

内容简介

科拉提努斯接受劝说,辞去执政官职务并迁往拉维尼乌姆。布鲁图斯为避免独裁嫌疑,召集民众选举普布利乌斯·瓦莱里乌斯为新任同僚执政官。

§5.12.1ταῦτα τοῦ ἀνδρὸς ἀμφοτέροις παραινοῦντος καὶ τῶν πολιτῶν ἐπαινεσάντων τὸν λόγον, ὁ μὲν Κολλατῖνος πολλὰ κατολοφυρόμενος ἑαυτόν, εἰ διὰ συγγενῶν ἔλεον ἐκλιπεῖν ἀναγκασθήσεται τὴν πατρίδα μηδὲν ἀδικῶν, ἀποτίθεται τὴν ἀρχήν.
当这个人向双方提出这些建议,且公民们也赞赏这番话时,科拉提努斯深切地为自己的命运哀叹,悲伤于自己未犯任何过错,却因对亲属的同情而被迫离开祖国,于是辞去了官职。
§5.12.2ὁ δὲ Βροῦτος ἐπαινέσας αὐτὸν ὡς τὰ κράτιστα καὶ συμφορώτατα ἑαυτῷ τε καὶ τῇ πόλει βεβουλευμένον παρεκάλει μήτʼ αὐτῷ μήτε τῇ πατρίδι μνησικακεῖν· ἑτέραν δὲ μεταλαβόντα οἴκησιν τὴν καταλειπομένην πατρίδα ἡγεῖσθαι, μηδενὸς μήτʼ ἔργου μήτε λόγου κοινωνοῦντα τοῖς ἐχθροῖς κατʼ αὐτῆς· τὸ δʼ ὅλον ἀποδημίαν ὑπολαβόντα τὴν μετανάστασιν, οὐκ ἐξορισμὸν οὐδὲ φυγήν, τὸ μὲν σῶμα παρὰ τοῖς ὑποδεξαμένοις ἔχειν, τὴν δὲ ψυχὴν παρὰ τοῖς προπέμπουσι.
而布鲁图斯赞扬他为自己和城邦做出了最完美且最有利的决定,并劝他不要对自己或祖国怀恨在心;并且在迁往另一处居所后,仍将留下的祖国视为自己的祖国,在任何针对祖国的言行上都不要与敌人勾结;总的来说,把这次迁徙看作是旅居,而非流放或亡命,将身体留在接纳他的那些人那里,而将灵魂留在送行他的那些人身边。
ταῦτα δʼ ὑποθέμενος τῷ ἀνδρὶ πείθει τὸν δῆμον εἴκοσι ταλάντων δοῦναι αὐτῷ δωρεὰν καὶ αὐτὸς πέντε τάλαντα προστίθησιν ἐκ τῶν ἰδίων.
在给这个人提出这些建议后,他设法说服民众赐予他二十塔兰同的赠礼,并且他自己也从私产中追加了五塔兰同。
§5.12.3Ταρκύνιος μὲν δὴ Κολλατῖνος τοιαύτῃ τύχῃ περιπεσὼν εἰς Λαουίνιον ᾤχετο τὴν μητρόπολιν τοῦ Λατίνων γένους, ἐν ᾗ γηραιὸς ἐτελεύτα·
于是,塔尔奎尼乌斯·科拉提努斯遭遇了这样的命运,前往拉提姆人的母邦拉维尼乌姆,并在那里终老。
ὁ δὲ Βροῦτος οὐκ ἀξιῶν μόνος ἄρχειν οὐδʼ εἰς ὑπόνοιαν ἐλθεῖν τοῖς πολίταις, ὅτι μοναρχίας ὑπαχθεὶς πόθῳ τὸν συνύπατον ἐξήλασεν ἐκ τῆς πατρίδος, καλέσας τὸν δῆμον εἰς τὸ πεδίον, ἔνθα σύνηθες αὐτοῖς ἦν τούς τε βασιλεῖς καὶ τὰς ἄλλας ἀρχὰς καθιστάναι, συνάρχοντα αἱρεῖται Πόπλιον Οὐαλέριον, ἀπόγονον, ὡς καὶ πρότερον εἶπον, τοῦ Σαβίνου Οὐαλερίου, ἄνδρα πολλῶν μὲν καὶ ἄλλων ἐπιτηδευμάτων χάριν ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι ἄξιον, μάλιστα δὲ τῆς αὐταρκείας τοῦ βίου.
而布鲁图斯认为不应独自执政,也不想让市民产生怀疑,以为他是出于对君主制的渴望而将同僚执政官驱逐出祖国,他召集民众来到平原(按惯例他们在此任命国王和其他官职),选举普布利乌斯·瓦莱里乌斯为同僚执政官。 正如我之前所说,他是萨宾人瓦莱里乌斯的后裔,一个因许多其他美德而值得称赞和敬佩的人,尤其是因为他生活的自足与节制。
φιλοσοφία γάρ τις αὐτοδίδακτος ἐγένετο περὶ αὐτόν, ἣν ἐν πολλοῖς ἀπεδείξατο πράγμασιν, ὑπὲρ ὧν ὀλίγον ὕστερον ἐρῶ.
因为他拥有一中自学的哲学,并在许多事务中表现出来,关于这些我稍后会谈到。

词汇与语法注释

  1. 872εἰ διὰ συγγενῶν ἔλεον — 紧跟在表示叹息的动词 κατολοφυρόμενος 之后的 εἰ 从句,引出其对既定事实(未犯任何错却不得不离开祖国)产生怨恨或叹息的原因。διὰ συγγενῶν ἔλεον 意为“由于对亲属的同情”,指科拉提努斯对参与阴谋的侄子们表现出的怜悯引致了市民的怀疑。
  2. 872μεταλαβόντα οἴκησιν — 对格分词 μεταλαβόντα 与不定词 ἡγεῖσθαι 的逻辑主语是上下文省略的对格 αὐτόν(科拉提努斯)。该结构是由主句动词 παρεκάλει(劝告)所支配的“对格加不定词”句型的一部分。
  3. 873εἰς ὑπόνοιαν ἐλθεῖν τοῖς πολίταις — 与格 τοῖς πολίταις 是表示关联或行为主体的与格(在市民眼中落入怀疑),与短语 εἰς ὑπόνοιαν ἐλθεῖν 连用,表达被动含义“被市民们怀疑”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.12.1-5.12.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.12.1-5.12.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。