§4.8.1ἐπειδὴ δὲ παραλαβὼν τὴν ἐπιτροπὴν τῆς βασιλείας ὁ Τύλλιος καὶ τὴν ἑταιρίαν τῶν Μαρκίων ἐξελάσας βεβαίως ἤδη τῆς ἀρχῆς ἐνόμιζε κρατεῖν, τόν τε βασιλέα Ταρκύνιον, ὡς ἐκ τῶν τραυμάτων τετελευτηκότα ἔναγχος, ἐκκομιδῇ τε πολυτελεῖ καὶ μνήματος ἐπισήμου κατασκευῇ καὶ ταῖς ἄλλαις τιμαῖς ἐκόσμει, καὶ τὸν ἐξ ἐκείνου χρόνον ὡς ἐπίτροπος ὢν τῶν ἐκ τοῦ βασιλείου γένους παίδων τόν τʼ ἴδιον αὐτῶν βίον καὶ τὰ κοινὰ πράγματα τῆς πόλεως διὰ φυλακῆς τε καὶ φροντίδος ἐποιεῖτο.
当图利乌斯接掌了王国的摄政职务,并驱逐了马尔基乌斯一派,认为自己已经稳固地掌握了统治权时,他就以塔尔昆乌斯王最近因伤去世为由,用奢华的葬礼、显赫纪念碑的建造以及其他荣华来吊唁他,并且此后,作为王室世系孩子们的监护人,他精心守护和关照着他们的私生活以及城邦的公共事务。
§4.8.2τοῖς δὲ πατρικίοις οὐκ ἦν τὰ γινόμενα καθʼ ἡδονάς, ἀλλʼ ἠγανάκτουν καὶ χαλεπῶς ἔφερον οὐκ ἀξιοῦντες αὐτὸν ἑαυτῷ τινα μηχανήσασθαι βασιλικὴν ἐξουσίαν, μήτε βουλῆς ψηφισαμένης μήτε τῶν ἄλλων τῶν κατὰ νόμον ἐπιτελεσθέντων.
但对贵族们来说,所发生的事情并不合心意,他们感到愤怒和难以容忍,认为在既没有元老院决议,也没有依法履行其他程序的情况下,他为自己谋取了某种王权是不妥的。
συνιόντες τε πολλάκις οἱ πλεῖστον ἐξ αὐτῶν δυνάμενοι διελέγοντο πρὸς ἀλλήλους περὶ τῆς καταλύσεως τῆς παρανόμου ἀρχῆς, καὶ ἐδόκει αὐτοῖς, ἐπειδὰν πρῶτον εἰς τὸ συνέδριον ὑπὸ τοῦ Τυλλίου ἀναχθῶσιν, ἀναγκάσαι τὸν ἄνδρα τὰς ῥάβδους ἀποθέσθαι καὶ τὰ λοιπὰ τῆς ἀρχῆς σύμβολα·
他们之中最有权势的人经常聚集在一起,互相商讨如何推翻这一非法统治。
ὅταν δὲ τοῦτο γένηται, τοὺς καλουμένους μεσοβασιλεῖς ἀποδεῖξαι καὶ διʼ ἐκείνων ἑλέσθαι τὸν ἄρξοντα τῆς §4.8.3πόλεως κατὰ νόμους.
他们决定,一旦他们首先被图利乌斯召集到议事堂,就迫使这名男子交出束棒和其他统治的标志;而一旦这件事实现,就任命所谓的中期王,并通过他们,选出依照法律来统治城市的人。
ταῦτα διανοουμένων αὐτῶν ἐπιγνοὺς ὁ Τύλλιος ἐπὶ τὸ δημαγωγεῖν καὶ θεραπεύειν τοὺς ἀπόρους τῶν πολιτῶν ἐτρέπετο, διʼ ἐκείνων ἐλπίσας τὴν ἀρχὴν καθέξειν, καὶ συγκαλέσας τὸ πλῆθος εἰς ἐκκλησίαν τά τε παιδία προήγαγεν ἐπὶ τὸ βῆμα καὶ λόγον διεξῆλθε τοιόνδε.
图利乌斯察觉到他们有这些想法,便转向争取民心和安抚城中贫困的公民,希望通过他们来维持自己的统治。 他把群众召集到公民大会上,将孩子们带到演坛前,发表了如下的演讲。