Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.82.1-4.82.5

鲁克莱提亚之死与为自由起义的号召

第 326 段,共 962 段 · 希腊语

内容简介

布鲁图斯讲述了鲁克莱提亚因无法忍受塞克斯图斯的强暴而在亲属面前自尽的经过,并赞美了她高贵的决意。随后,他热烈号召忍受了二十五年僭主统治的罗马公民,在贵族的领导下为自由而起义。

§4.82.1αὕτη Σπορίου μέν ἐστι Λουκρητίου θυγάτηρ, ὃν ἀπέδειξε τῆς πόλεως ἔπαρχον ὁ τύραννος ἐξιὼν ἐπὶ τὸν πόλεμον, Ταρκυνίου δὲ Κολλατίνου γυνὴ τοῦ συγγενοῦς τῶν τυράννων καὶ πολλὰ ὑπὲρ αὐτῶν κακοπαθήσαντος.
她是斯普里乌斯·鲁克莱提乌斯的女儿,此人在僭主出发参战时被任命为城市长官。 她也是塔克文·科拉汀的妻子,科拉汀是僭主们的亲戚,并曾为他们承受了许多苦难。
αὕτη μέντοι σωφρονεῖν βουλομένη καὶ τὸν ἄνδρα τὸν ἑαυτῆς φιλοῦσα, ὥσπερ ἀγαθῇ προσήκει γυναικί, ξενιζομένου παρʼ αὐτῇ Σέξτου διὰ τὴν συγγένειαν τῇ παρελθούσῃ νυκτί, Κολλατίνου δὲ τότʼ ἀποδημοῦντος ἐπὶ στρατοπέδου, τὴν ἀκόλαστον ὕβριν τῆς τυραννίδος οὐκ ἐδυνήθη διαφυγεῖν, ἀλλʼ ὥσπερ αἰχμάλωτος ὑπʼ ἀνάγκης κρατηθεῖσα ὑπέμεινεν ὅσα μὴ θέμις ἐλευθέρᾳ γυναικὶ παθεῖν.
然而,尽管她渴望保持贞洁并深爱着自己的丈夫(正如一个贤妻所应做的那样),但昨晚由于亲戚关系,塞克斯图斯在她的住所留宿,而当时科拉汀正在军营中外调,她因此无法逃脱僭主政治那放荡无耻的暴行,反而像个俘虏一样被暴力所制服,忍受了自由女性不该忍受的一切不义之事。
§4.82.2ἐφʼ οἷς ἀγανακτοῦσα καὶ ἀφόρητον ἡγουμένη τὴν ὕβριν ἐπειδὴ πρὸς τὸν πατέρα καὶ τοὺς ἄλλους συγγενεῖς τὰς κατασχούσας αὐτὴν ἀνάγκας διεξῆλθε πολλὰς ποιησαμένη διήσεις καὶ ἀράς, ἵνα τιμωροὶ τοῖς κακοῖς αὐτῆς γένοιντο καὶ τὸ κεκρυμμένον ὑπὸ τοῖς κόλποις ξίφος σπασαμένη τοῦ πατρὸς ὁρῶντος, ὦ δημόται, διὰ τῶν ἑαυτῆς σπλάγχνων ἔβαψε τὸν σίδηρον.
她对此极度愤慨,认为这种暴行无法容忍。 当她向父亲及其他亲属详细陈述了降临在自己身上的强暴经历后,发出了许多哀求与诅咒,好让他们成为她不幸遭遇的复仇者。 随后,她拔出隐藏在衣服胸口处的剑,并在父亲亲眼目睹下,平民们啊,用自己的脏腑染红了那柄利刃。
§4.82.3ὦ θαυμαστὴ σὺ καὶ πολλῶν ἐπαίνων ἀξία τῆς εὐγενοῦς προαιρέσεως, οἴχῃ καὶ ἀπόλωλας οὐχ ὑπομείνασα τυραννικὴν ὕβριν, ἁπάσας ὑπεριδοῦσα τὰς ἐν τῷ ζῆν ἡδονάς, ἵνα σοι μηδὲν ἔτι τοιοῦτον συμβῇ παθεῖν.
噢,你这令人惊叹且因高贵决意而值得万分赞赏的女子啊,你离去了,消亡了,因为你不愿忍受僭主的暴行,轻视了生命中的一切快乐,以使你不再遭受任何此类耻辱。
ἔπειτα σὺ μέν, ὦ Λουκρητία, γυναικείας τυχοῦσα φύσεως ἀνδρὸς εὐγενοῦς φρόνημα ἔσχες, ἡμεῖς δʼ ἄνδρες γενόμενοι γυναικῶν χείρους ἀρετῇ γενησόμεθα;
那么,鲁克莱提亚啊,你虽身为女性,却拥有高贵男子的气魄;而我们身为男子,难道在美德上反而要比女人还差劲吗?
καὶ σοὶ μέν, ὅτι μίαν ἐτυραννήθης νύκτα τὴν ἀμίαντον ἀφαιρεθεῖσʼ αἰδῶ μετὰ βίας, ἡδίων καὶ μακαριώτερος ἔδοξεν ὁ θάνατος εἶναι τοῦ βίου, ἡμῖν δʼ ἆρʼ οὐ παραστήσεται τὸ αὐτὸ τοῦτο ὑπολαβεῖν, ὧν Ταρκύνιος οὐ μίαν ἡμέραν, ἀλλὰ πέμπτον καὶ εἰκοστὸν ἔτος ἤδη τυραννῶν, πάσας ἀφῄρηται τὰς ἐν τῷ ζῆν ἡδονὰς ἐλευθερίαν ἀφελόμενος;
而且对你来说,仅仅因为被暴政凌辱了一夜,并在暴力下被夺去了纯洁的贞操,死亡便显得比活着更甜美、更幸福;难道我们竟然不会产生这完全相同的想法吗? ——我们这些被塔克文统治了不是一天,而是整整二十五年,并且他通过剥夺我们的自由而夺去了我们生命中所有快乐的人?
§4.82.4οὐκ ἔστιν ἡμῖν, ὦ δημόται, βιωτὸν ἐν τοιούτοις καλινδουμένοις κακοῖς, ἐκείνων τῶν ἀνδρῶν οὖσιν ἀπογόνοις, οἳ τὰ δίκαια τάττειν ἠξίουν τοῖς ἄλλοις καὶ πολλοὺς ὑπὲρ ἀρχῆς καὶ δόξης ἤραντο κινδύνους·
平民们啊,在如此深重的灾难中苟延残喘,对我们来说是不值一活的,因为我们是那些认为应当给他人制定正义、并为了统治权和荣誉而甘冒众多危险的先辈的后代。
ἀλλὰ δυεῖν θάτερον ἅπασιν αἱρετέον, ἢ βίον ἐλεύθερον, ἢ θάνατον ἔνδοξον.
相反,所有人必须在两者中择其一:要么是自由的生活,要么是光荣的死亡。
§4.82.5ἥκει δὲ καιρός, οἷον εὐχόμεθα, μεθεστηκότος μὲν ἐκ τῆς πόλεως Ταρκυνίου, ἡγουμένων δὲ τῆς ἐπιχειρήσεως τῶν πατρικίων, οὐδενὸς δʼ ἡμῖν ἐλλείψοντος, ἐὰν ἐκ προθυμίας χωρήσωμεν ἐπὶ τὰ ἔργα, οὐ σωμάτων, οὐ χρημάτων, οὐχ ὅπλων, οὐ στρατηγῶν, οὐ τῆς ἄλλης τῆς εἰς τὰ πολέμια παρασκευῆς·
正如我们所祈求的那样,时机已经到来:塔克文已经离开了城市,贵族们正领导着这次行动,只要我们满怀热忱地投身于这项事业,我们将一无所缺——不缺人员,不缺金钱,不缺武器,不缺将领,也不缺其他任何用于战争的准备。
μεστὴ γὰρ ἁπάντων ἡ πόλις, αἰσχρόν τε Οὐολούσκων καὶ Σαβίνων καὶ μυρίων ἄλλων ἄρχειν ἀξιοῦν, αὐτοὺς δὲ δουλεύοντας ἑτέροις ὑπομένειν, καὶ περὶ μὲν τῆς Ταρκυνίου πλεονεξίας πολλοὺς ἀναιρεῖσθαι πολέμους, περὶ δὲ τῆς ἑαυτῶν ἐλευθερίας μηδένα.
因为城市里一切充裕。 要求统治沃尔斯奇人、萨宾人以及无数其他民族,自己却甘受他人的奴役,并且为了塔克文的贪欲而承担众多战争,却不为了自己的自由而进行任何抗争,这实在是可耻的。

词汇与语法注释

  1. 4.82.1τοῦ συγγενοῦς τῶν τυράννων καὶ πολλὰ ὑπὲρ αὐτῶν κακοπαθήσαντος — 属格名词短语 `τοῦ συγγενοῦς` 和分词 `κακοπαθήσαντος` 处于同位语地位并修饰前面的 `Ταρκυνίου δὲ Κολλατίνου`,说明了科拉汀作为僭主亲戚以及为他们遭受诸多苦难的双重属性。
  2. 4.82.1ὅσα μὴ θέμις ἐλευθέρᾳ γυναικὶ παθεῖν — 由宾语关系代词 `ὅσα` 引导的关系从句。从句中的谓语是非人称的 `θέμις [ἐστί]`(道义上允许),与格 `ἐλευθέρᾳ γυναικὶ` 作为不定式 `παθεῖν` 的逻辑主语。否定词 `μὴ` 表示主观或泛指的否定。
  3. 4.82.3τὴν ἀμίαντον ἀφαιρεθεῖσʼ αἰδῶ μετὰ βίας — 双宾语(双宾格)动词 `ἀφαιρέω`(夺去某人的某物)的被动结构。被夺去的事物 `τὴν ἀμίαντον αἰδῶ`(纯洁的贞操)在被动语态中仍保留为宾格。分词 `ἀφαιρεθεῖσα` 为主格阴性单数,与从句的逻辑主语一致。
  4. 4.82.3ἡμῖν δʼ ἆρʼ οὐ παραστήσεται τὸ αὐτὸ τοῦτο ὑπολαβεῖν, ὧν... — 动词 `παραστήσεται`(浮现于心)在此作非人称使用,其主语是不定式短语 `τὸ αὐτὸ τοῦτο ὑπολαβεῖν`(考虑这完全相同的事)。修饰与格 `ἡμῖν` 的关系代词 `ὧν`,或者是因吸引而变为属格,或者是受关系从句中动词 `ἀφῄρηται`(夺去)的属格支配。
  5. 4.82.5οὐδενὸς δʼ ἡμῖν ἐλλείψοντος — 使用将来分词 `ἐλλείψοντος` 的属格绝对结构。条件从句 `ἐὰν... χωρήσωμεν` 限定了这一将来的情况。`οὐδενὸς` 是中性属格,意为“无一物(会缺少)”,随后的一系列属格 `οὐ σωμάτων, οὐ χρημάτων...` 作为同位语具体列举了不会缺少的事物。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.82.1-4.82.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.82.1-4.82.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。