§4.81.1τὰς μὲν οὖν ἡμετέρας τῶν πατρικίων συμφοράς, ἃς καὶ τῶν πολεμίων ἄν τις μαθὼν δακρύσειε, σιωπῶ, εἴ γʼ ὀλίγοι μὲν ἐκ πολλῶν λελείμμεθα, ταπεινοὶ δʼ ἐκ μεγάλων γεγόναμεν, εἰς πενίαν δὲ καὶ δεινὴν ἀπορίαν ἥκομεν ἐκ πολλῶν καὶ μακαρίων ἐκπεσόντες ἀγαθῶν.
因此,对于我们贵族所遭受的惨剧,我将保持沉默——这些惨剧即使是敌人得知也会为之落泪——因为我们从众多的人中只剩下寥寥无几,从伟大变得卑微,从众多幸福的恩泽中坠落,陷入了贫困和可怕的匮乏之中。
οἱ λαμπροὶ δʼ ἐκεῖνοι καὶ δεινοὶ καὶ μεγάλοι, δι’ οὓς ἐπιφανὴς ἡ πόλις ἡμῶν ποτε ἦν, οἱ μὲν ἀπολώλασιν, §4.81.2οἱ δὲ φεύγουσι τὴν πατρίδα.
而那些曾经让我们城市声名远扬的显赫、令人生畏且伟大的人物,有的人已经消亡,有的人则逃离了祖国。
ἀλλὰ τὰ ὑμέτερα πράγματα, ὦ δημόται, πῶς ἔχει;
但是,平民们,你们的处境又如何呢?
οὐκ ἀφῄρηται μὲν ὑμῶν τοὺς νόμους, ἀφῄρηται δὲ τὰς ἐφʼ ἱερὰ καὶ θυσίας συνόδους, πέπαυκε δὲ τοὺς ἀρχαιρεσιάζοντας καὶ ψηφοφοροῦντας καὶ περὶ τῶν κοινῶν ἐκκλησιάζοντας, ἀναγκάζει δʼ ὅσα δούλους ἀργυρωνήτους ταλαιπωρεῖν λατομοῦντας ὑλοτομοῦντας ἀχθοφοροῦντας, ἐν ταρτάροις καὶ βαράθροις δαπανωμένους, ἀνάπαυσιν τῶν κακῶν οὐδὲ τὴν ἐλαχίστην λαμβάνοντας;
他难道没有剥夺你们的法律,剥夺你们为了祭祀和牺牲而进行的集会,并废除了你们选举、投票以及就公共事务进行集会的权利吗? 他难道没有强迫你们像用银钱买来的奴隶一样,在采石、伐木、背负重担中备受折磨,在深渊和地狱般的地方消耗生命,连最微小的免于灾难的喘息机会也无法得到吗?
§4.81.3τίς οὖν ὅρος ἔσται τῶν συμφορῶν, καὶ μέχρι τίνος χρόνου ταῦτα πάσχοντες ὑπομενοῦμεν, καὶ πότε τὴν πάτριον ἐλευθερίαν ἀνακτησόμεθα;
那么,这些灾难的限度在哪里? 我们要忍受这些痛苦到什么时候? 我们又将在何时收复祖先留下的自由?
ὅταν ἀποθάνῃ Ταρκύνιος;
是在塔克文死去的时候吗?
νὴ Δία.
确实如此。
καὶ τί πλέον ἡμῖν ἔσται τότε, τί δʼ οὐ χεῖρον;
但到那时我们能得到什么好处,或者说,情况难道不会变得更糟吗?
τρεῖς γὰρ ἐξ ἑνὸς Ταρκυνίους ἕξομεν §4.81.4πολλῷ μιαρωτέρους τοῦ πατρός.
因为我们将拥有三个塔克文来取代那一个,他们比他们的父亲要邪恶得多。
ὅπου γὰρ ὁ γενόμενος ἐξ ἰδιώτου τύραννος καὶ ὀψὲ ἀρξάμενος πονηρὸς εἶναι, πᾶσαν ἀκριβοῖ τὴν τυραννικὴν κακίαν, ποδαποὺς χρὴ νομίζειν ἔσεσθαι τοὺς ἐξ ἐκείνου φύντας, οἷς πονηρὸν μὲν γένος, πονηραὶ δὲ τροφαί, πολιτικὸν δὲ καὶ μέτριον οὐδὲν οὔτʼ ἰδεῖν ἐξεγένετο πώποτε πραττόμενον οὔτε μαθεῖν;
因为,一个由平民变成僭主、且在晚年才开始作恶的人,尚且把僭主的一切恶行发挥到了极致,那么我们应当认为,那些由他所生的人会是什么样子呢? 他们出身邪恶,教养邪恶,既不曾见过任何符合公民身份或适度的行为被践行,也不曾学习过。
ἵνα δὲ μὴ μαντεύησθε τὰς καταράτους αὐτῶν φύσεις, ἀλλʼ ἀκριβῶς μάθητε, οἵους σκύλακας ὑμῖν ἡ Ταρκυνίου τυραννὶς ὑποτρέφει, θεάσασθε ἔργον ἑνὸς αὐτῶν τοῦ πρεσβυτάτου.
为了不让你们仅仅去猜测他们那该死的本性,而是准确地了解塔克文的僭主统治为你们抚养了怎样的幼犬,请看他们中长子的所作所为。