§4.7.1ἔχει δὲ καὶ ἄλλας τινὰς τὸ πρᾶγμα ἀτοπίας, ἃς ἅπαντες ἠγνόησαν οἱ τὰ Ῥωμαϊκὰ συνταξάμενοι πλὴν ἑνός, οὗ μετὰ μικρὸν ἐρῶ τοὔνομα.
此外,此一事件还含有其他一些荒谬之处,撰写罗马史的历史学家们除了一人之外,全都忽略了。 此人的名字我稍后会提到。
ὡμολόγηται γάρ, ὅτι μετὰ τὴν Ταρκυνίου τελευτὴν παραλαβὼν τὴν βασιλείαν Τύλλιος ἐπʼ ἔτη τετταράκοντα καὶ τέτταρα κατέσχεν, ὥστʼ εἰ κατʼ ἐκεῖνον τὸν χρόνον ἑκτακαιεικοσαέτης ἦν, ὅτʼ ἀπεστερεῖτο τῆς ἀρχῆς ὁ πρεσβύτερος τῶν Ταρκυνίων, ὑπὲρ ἑβδομήκοντα ἔτη γεγονὼς ἄν ἦν, ὅτε τὸν Τύλλιον ἀπέκτεινεν.
因为众所周知,在塔尔昆乌斯死后接掌王权的图利乌斯统治了四十四年。 因此,如果在塔尔昆乌斯家的年长者被剥夺统治权的那时,他是二十六岁,那么当他杀死图利乌斯时,他就应该已经超过七十岁了。
§4.7.2ἐν κρατίστῃ δέ γʼ αὐτὸν ἡλικίᾳ τότʼ ὄντα παραδεδώκασιν οἱ συγγραφεῖς καί φασιν, ὅτι Τύλλιον αὐτὸς ἀράμενος ἐκ τοῦ βουλευτηρίου καὶ φέρων ἔξω κατὰ τῶν κρηπίδων ἐξέχεεν.
然而,历史学家们传下来写道他当时正值精力最旺盛的年龄,并说他自己将图利乌斯从议事堂抱起,抱到外面,沿着台阶扔了下去。
ἥ τʼ ἐκ τῆς ἀρχῆς ἔκπτωσις αὐτοῦ γίνεται πέμπτῳ καὶ εἰκοστῷ μετὰ ταῦτʼ ἔτει, καὶ τούτῳ τῷ ἔτει στρατευόμενος ἐν τῷ πρὸς Ἀρδεάτας εἰσάγεται πολέμῳ καὶ πάντα τὰ ἔργα διʼ ἑαυτοῦ τελῶν· οὐκ εἶχε δὲ λόγον ἐν πολέμοις ἐξετάζεσθαι ἓξ καὶ ἐνενήκοντα βεβιωκὼς ἔτη.
而他被驱逐出王位是在这之后的第二十五年,在同一年,他被描绘成在与阿尔亚特人的战争中从军,并亲自履行一切军事职责;然而,对于一个已经活了九十六岁的人来说,在战争中充当现役军人是不合情理的。
§4.7.3ἐκπεσών τε τῆς ἀρχῆς ἔτι πολεμεῖν Ῥωμαίοις οὐκ ἐλάττω τεττάρων καὶ δέκα ἐτῶν, αὐτὸς ἐν τοῖς πράγμασιν ἐξεταζόμενος, ὥς φασι, παρὰ τὰς κοινὰς ἁπάντων ἐστὶ δόξας, καὶ ὁ τοῦ βίου χρόνος αὐτῷ πλείων ἀναφαίνεται τῶν ἑκατὸν καὶ δέκα γεγονὼς ἐτῶν·
而且,据他们所说,在被驱逐出王位后,他自己亲自投身于事务中,还与罗马人进行了不下十四年的战争,这违背了所有人的常识,而他的寿命看来也超过了一百一十岁。
τοῦτο δὲ τὸ μῆκος τῶν βίων οὐ φέρουσιν οἱ καθʼ ἡμᾶς τόποι.
我们这里的地方是无法承受这样长寿的生命力的。
§4.7.4ταῦτα δὴ τὰ ἄτοπα συνειδότες τῶν Ῥωμαϊκῶν συγγραφέων τινὲς ἑτέραις αὐτὰ λύειν ἐπειράθησαν ἀτοπίαις, οὐ Τανακυλίδα ποιοῦντες μητέρα τῶν παιδίων, ἀλλὰ Γεγανίαν τινά, περὶ ἧς οὐδεμίαν παρειλήφαμεν ἱστορίαν·
一些罗马历史学家意识到了这些不合理之处,试图用其他荒谬之处来解决它们:他们不让塔纳奎尔作孩子们的母亲,而是让一个叫格加尼亚的女人来作,关于她,我们没有收到任何历史记载。
ἄωρος δὴ γίνεται πάλιν ὁ γάμος τοῦ Ταρκυνίου μικρὸν ἀπολείποντος ἐτῶν ὀγδοήκοντα, καὶ ἡ τῶν τέκνων γένεσις τοῖς ταύτην ἔχουσι τὴν ἡλικίαν ἄπιστος·
这样一来,塔尔昆乌斯在差一点就到八十岁时的婚姻再次显得不合时宜,而对于这个年龄的人生育孩子也是令人难以置信的。
οὐδὲ γὰρ ἄπαις ἦν, ὥστʼ ἐκ παντὸς ἐπιθυμῆσαι τέκνων, ἀλλὰ θυγατέρες ἦσαν αὐτῷ δύο καὶ §4.7.5αὗταί γʼ ἤδη γεγαμημέναι.
因为他并非无子,以至于不惜一切代价想要孩子,而是他已经有了两个女儿,并且她们已经出嫁了。
τούτων δὴ τῶν ἀδυνάτων τε καὶ ἀτόπων ἕκαστα ἐπιλογιζόμενος οὐχ υἱοὺς εἶναι Ταρκυνίου γράφω τοὺς παῖδας, ἀλλʼ υἱωνούς, Λευκίῳ Πείσωνι τῷ Φρῦγι συγκαταθέμενος.
考虑到这些不可能且荒谬的每一点,我同意路奇乌斯·皮索·弗鲁吉的观点,写道这些孩子不是塔尔昆乌斯的儿子,而是他的孙子。
ἐκεῖνος γὰρ ἐν ταῖς ἐνιαυσίοις πραγματείαις ταῦθʼ ἱστόρηκε μόνος· εἰ μή γʼ ἄρα γόνῳ μὲν ἦσαν υἱωνοὶ τοῦ βασιλέως οἱ παῖδες, ποιήσει δʼ υἱοί, καὶ τοῦτʼ ἦν αἴτιον τῆς ἀπάτης τοῖς ἄλλοις ἅπασι τοῖς συγγράψασι τὰς Ῥωμαϊκὰς ἱστορίας.
因为他是唯一在《年代记》中记录这件事的人;除非,实际上,这些孩子按血缘是国王的孙子,但通过收养成了儿子,而这正是所有其他撰写罗马史的人受骗的原因。
προειρημένων δὴ τούτων καιρὸς ἐπανάγειν ἐπὶ τὴν ἀπολειπομένην διήγησιν.
既已预先说明了这些,现在是时候回到中断的叙述中了。