§4.77.1ὑπὲρ ἀναγκαίων καὶ κοινῶν πραγμάτων τοὺς λόγους μέλλων πρὸς ὑμᾶς ποιεῖσθαι, ἄνδρες πολῖται, περὶ ἐμαυτοῦ πρῶτον ὀλίγα βούλομαι προειπεῖν·
公民们,在我将要就紧急和公共的事务向你们发表讲演之际,我想先就我自己说几句话。
ἴσως γάρ τισιν ὑμῶν, μᾶλλον δʼ ἀκριβῶς οἶδʼ ὅτι πολλοῖς τεταράχθαι δόξω τὴν διάνοιαν, ἀνὴρ οὐ φρενήρης περὶ τῶν μεγίστων ἐπιχειρῶν λέγειν, ᾧ κηδεμόνων οὐχ ὑγιαίνοντι δεῖ.
因为在你们中的某些人看来,或者更确切地说,我知道在许多人看来,我会被认为心智失常——一个精神不健全的人竟企图就最重大的事务发言,而他作为一个健全受损的人,正需要监护人。
§4.77.2ἴστε δὴ τὴν κοινὴν ὑπόληψιν, ἣν περὶ ἐμοῦ πάντες εἴχετε ὡς ἠλιθίου, ψευδῆ γενομένην καὶ οὐχ ὑπʼ ἄλλου τινὸς κατασκευασθεῖσαν, ἀλλʼ ὑπʼ ἐμοῦ.
你们确实知道,你们所有人先前把我当作愚人所持有的普遍看法是虚假的,而且这并非由别人,而是由我自己一手策划的。
ὁ δʼ ἀναγκάσας με μήθʼ ὡς ἡ φύσις ἠξίου μήθʼ ὡς ἥρμοττέ μοι ζῆν, ἀλλʼ ὡς Ταρκυνίῳ τʼ ἦν βουλομένῳ κἀμοὶ συνοίσειν ἔδοξεν, ὁ περὶ τῆς ψυχῆς φόβος ἦν.
而强迫我既不按照天性所要求的方式,也不按照适合我自己的方式生活,而是按照符合塔克文所愿、且对我自己也似乎有利的方式生活的,正是对生命的恐惧。
§4.77.3πατέρα γάρ μου Ταρκύνιος ἀποκτείνας ἅμα τῷ παραλαβεῖν τὴν ἀρχήν, ἵνα τὴν οὐσίαν αὐτοῦ κατάσχοι πολλὴν σφόδρα οὖσαν, καὶ ἀδελφὸν πρεσβύτερον, ὃς ἔμελλε τιμωρήσειν τῷ θανάτῳ τοῦ πατρός, εἰ μὴ γένοιτο ἐκποδῶν, ἀφανεῖ θανάτῳ διαχρησάμενος, οὐδʼ ἐμοῦ δῆλος ἦν φεισόμενος ἐρήμου τῶν ἀναγκαιοτάτων γεγονότος, εἰ μὴ τὴν ἐπίθετον ἐσκηψάμην μωρίαν.
因为塔克文在一夺取统治权时就杀害了我的父亲,以便占有他那极其丰厚的财产;并且他还通过暗杀除掉了我的长兄——若不被除掉,长兄本会为父亲之死复仇——因此,对于失去了最亲近家属而孤立无援的我,若非我假装了那刻意伪装的愚笨,他显然也是不会放过的。
§4.77.4τοῦτό με τὸ πλάσμα πιστευθὲν ὑπὸ τοῦ τυράννου μὴ ταὐτὰ παθεῖν ἐκείνοις ἐρρύσατο καὶ μέχρι τοῦ παρόντος διασέσωκε χρόνου·
这番伪装因被僭主信以为真,拯救了我免遭与他们相同的命运,并一直保护我直至今日。
νῦν δʼ αὐτὸ πρῶτον, ἥκει γὰρ ὁ καιρός, ὃν εὐχόμην τε καὶ προσεδεχόμην, πέμπτον ἤδη τοῦτο καὶ εἰκοστὸν ἔτος φυλάξας ἀποτίθεμαι.
但现在,由于我所祈求并期待的时刻终于到来,在保持了整整二十卷年之后,我第一次将它卸下。
καὶ τὰ μὲν περὶ ἐμοῦ τοσαῦτα.
关于我自己的事情,就谈这么多。