Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.59.1-4.59.3

神殿地基发现人头与派使前往伊特鲁里亚

第 303 段,共 962 段 · 希腊语

内容简介

塔克文着手建造神殿以实现其祖父的誓愿,但在挖掘地基时,地下发现了一个流着温热鲜血的刚斩下的人头。为了解释这一惊人的异兆,使者被派往著名的伊特鲁里亚占卜师那里。

§4.59.1Ταρκύνιος δὲ μετὰ τοῦτο τὸ ἔργον ἀναπαύσας τὸν λεὼν τῶν στρατειῶν καὶ πολέμων περὶ τὴν κατασκευὴν τῶν ἱερῶν ἐγίνετο τὰς τοῦ πάππου προθυμούμενος εὐχὰς ἐπιτελέσαι.
在此事之后,塔克文让军队从远征和战争中休整,并专注于神殿的建设,渴望实现他祖父的誓愿。
ἐκεῖνος γὰρ ἐν τῷ τελευταίῳ πολέμῳ μαχόμενος πρὸς Σαβίνους εὔξατο τῷ Διὶ καὶ τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ, ἐὰν κρατήσῃ τῇ μάχῃ, ναοὺς αὐτοῖς κατασκευάσειν· καὶ τὸν μὲν σκόπελον, ἔνθα ἱδρύσεσθαι τοὺς θεοὺς ἔμελλεν, ἀναλήμμασί τε καὶ χώμασι μεγάλοις ἐξειργάσατο, καθάπερ ἔφην ἐν τῷ πρὸ τούτου λόγῳ, τὴν δὲ τῶν ναῶν κατασκευὴν οὐκ ἔφθη τελέσαι.
因为其祖父在与萨宾人的最后一次战争中战斗时,曾向宙斯、赫拉和雅典娜许愿,若能赢得战斗,将为他们建造神殿;虽然他用护墙和巨大的土方整治了神明即将安座的岩山,正如我在前一卷中所说,但他未能来得及完成神殿的建设。
τοῦτο δὴ τὸ ἔργον ὁ Ταρκύνιος ἀπὸ τῆς δεκάτης τῶν ἐκ Συέσσης λαφύρων ἐπιτελέσαι προαιρούμενος ἅπαντας τοὺς τεχνίτας ἐπέστησε ταῖς ἐργασίαις.
塔克文决定用从苏埃萨获得的战利品的十分之一来完成这项工程,于是让所有的工匠都投入到这项工作中。
§4.59.2ἔνθα δὴ λέγεται τέρας τι θαυμαστὸν ὑπόγειον ὀρυττομένων τε τῶν θεμελίων καὶ τῆς ὀρυγῆς εἰς πολὺ βάθος ἤδη προϊούσης, εὑρῆσθαι κεφαλὴ νεοσφαγοῦς ἀνθρώπου τό τε πρόσωπον ἔχουσα τοῖς ἐμψύχοις ὅμοιον καὶ τὸ καταφερόμενον ἐκ τῆς ἀποτομῆς αἷμα θερμὸν ἔτι καὶ νεαρόν.
据说就在那时,在挖掘地基且挖掘工作已经进行到很深的时候,地下发现了一个令人惊异的异兆:那是一个刚被宰杀的人的头颅,其面容与活人相似,且从切口流出的血依然温暖而新鲜。
§4.59.3τοῦτο τὸ τέρας ἰδὼν ὁ Ταρκύνιος τοῦ μὲν ὀρύγματος ἐπισχεῖν ἐκέλευσε τοὺς ἐργαζομένους· συγκαλέσας δὲ τοὺς ἐπιχωρίους μάντεις ἐπυνθάνετο παρʼ αὐτῶν, τί βούλεται σημαίνειν τὸ τέρας.
塔克文看到这一异兆后,命令工人们暂停挖掘;在召集了当地的占卜师后,他向他们询问这一异兆意味着什么。
οὐδὲν δʼ αὐτῶν ἀποφαινομένων, ἀλλὰ Τυρρηνοῖς ἀποδιδόντων τὴν περὶ τῶν τοιούτων ἐπιστήμην ἐξετάσας παρʼ αὐτῶν καὶ μαθὼν τὸν ἐπιφανέστατον τῶν ἐν Τυρρηνοῖς τερατοσκόπων, ὅστις ἦν, πέμπει τῶν ἀστῶν τοὺς δοκιμωτάτους πρέσβεις πρὸς αὐτόν.
但由于他们没有做出任何解释,而是将此类学问归于伊特鲁里亚人,他便向他们打听并得知了谁是伊特鲁里亚人中最著名的异兆解释者,随后派遣了公民中最受信任的使者前去拜访他。

词汇与语法注释

  1. 4.59.1περὶ τὴν κατασκευὴν τῶν ἱερῶν ἐγίνετο — 动词 `γίνομαι` 后接介词 `περί` 连同宾格,表示“致力于”、“专心于”某事。
  2. 4.59.1οὐκ ἔφθη τελέσαι — 动词 `φθάνω`(先于、赶在……之前)的否定不定过去时形式后接不定式,表示在完成某事之前(死亡等)便已降临,即“来不及完成”。
  3. 4.59.2κεφαλὴ νεοσφαγοῦς ἀνθρώπου τό τε πρόσωπον ἔχουσα... καὶ τὸ καταφερόμενον ἐκ τῆς ἀποτομῆς αἷμα θερμὸν ἔτι καὶ νεαρόν — 在本句中,分词 `ἔχουσα`(主格阴性单数,与 `κεφαλὴ` 一致)支配两个宾格短语作为其宾语。第一个是 `τό τε πρόσωπον`(以形容词 `ὅμοιον` 为补语),第二个是 `καὶ τὸ ... αἷμα`(以 `θερμὸν` 和 `νεαρόν` 为补语),构成平行结构,意为“那颗头颅其面容……且其流出的血……”。
  4. 4.59.3τοῦ μὲν ὀρύγματος ἐπισχεῖν — 动词 `ἐπέχω`(停止、中止)在表示中止或推迟某项活动或动作时,其对象使用属格(此处为 `τοῦ ... ὀρύγματος`)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.59.1-4.59.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.59.1-4.59.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。