Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.32.1-4.32.3

塔克文要求元老院裁决并警告诉诸武力

第 276 段,共 962 段 · 希腊语

内容简介

塔克文指出图利乌斯若能公正地归还王位本可获得的荣誉,以此谴责他,并要求接受元老院的审判,同时警告若图利乌斯企图向群众寻求庇护,他将诉诸武力。

§4.32.1περιῆν γὰρ ἄν σοι ταῦτα πράξαντι πρῶτον μὲν εὐσεβεῖ καὶ δικαίῳ λέγεσθαι, ἔπειτα συμβασιλεύειν ἐμοὶ καὶ πάσης μετέχειν τιμῆς, εὐεργέτην τε καὶ πατέρα καὶ σωτῆρα καὶ πάντα, ὅσα τιμιώτατα ὀνόματα ὑπʼ ἀνθρώπων ἐπὶ καλοῖς κεῖται πράγμασιν, ἀκούειν καὶ μὴ τέταρτον ἤδη τοῦτο καὶ τετταρακοστὸν ἔτος ἀποστερεῖν με τῶν ἐμῶν, οὔτε σώματος ἀναπήρου τυχόντα οὔτε διανοίας ἠλιθίου.
因为如果你这样做,你本可以获得:首先被称作虔诚与公正的人,其次与我共同统治并分享一切荣誉,并被称为恩人、父亲、救星,以及人类对善行所赋予的一切最尊贵的名字,而不至于在这第四十四个年头里依然剥夺我的产业,而我既没有残疾的身体,也没有愚蠢的头脑。
ἔπειτʼ ἐρωτᾶν με τολμᾷς, τί παθὼν δεινὸν ἐχθρὸν ἡγοῦμαί σε καὶ διὰ τί §4.32.2σου κατηγορῶ;
然而你竟敢问我,我遭受了什么痛苦才把你视为敌人,以及为什么控告你?
σὺ μὲν οὖν ἀπόκριναί μοι, Τύλλιε, τίνος αἰτίας χάριν οὐκ ἀξιοῖς με τῶν τοῦ πάππου τιμῶν κληρονομεῖν καὶ τίνα πρόφασιν εὐπρεπῆ τῆς ἀποστερήσεως σκηπτόμενος;
那么,图利乌斯,回答我,究竟因为什么原因,你认为我不配继承我祖父的荣誉,你又为这种剥夺找了什么堂而皇之的借口?
πότερον οὐχ ἡγούμενος ἐξ ἐκείνου γένους εἶναί με γνήσιον, ἀλλʼ ὑποβολιμαῖόν τινα καὶ νόθον;
是因为你认为我不是那个人物家族的嫡嗣,而是一个被冒名顶替的私生子吗?
τί οὖν ἐπετρόπευες τὸν ἀλλότριον τοῦ γένους καὶ τὸν οἶκον ἀνδρωθέντι ἀπεδίδους;
那为什么你还要给一个与家族无关的人当监护人,并在我成年时把家业还给我?
ἀλλʼ ἔτι νομίζων με ὀρφανὸν εἶναι παῖδα καὶ τὰ κοινὰ πράττειν ἀδύνατον, ὃς οὐ πολὺ ἀπέχω πεντηκονταετίας;
还是因为你依然认为我是一个孤儿,无法参与国政,尽管我已经快五十岁了?
κατάβαλε τὴν εἰρωνείαν τῶν ἀναισχύντων §4.32.3ἐρωτημάτων καὶ παῦσαί ποτε ἤδη πονηρὸς ὤν·
收起你那无耻提问的嘲弄吧,快点停止你的恶行。
εἰ δὲ τι δίκαιον ἔχεις πρὸς ταῦτʼ εἰπεῖν, ἕτοιμός εἰμι τούτοις ἐπιτρέπειν δικασταῖς, ὧν οὐκ ἂν ἔχοις ἑτέρους εἰπεῖν ἄνδρας ἐν τῇ πόλει κρείττους·
如果你对这些有任何公正的辩白,我准备让这些人来当裁判官,在城邦里你找不到比他们更好的人了。
ἐὰν δʼ ἐντεῦθεν ἀποδιδράσκων, ὅπερ ἐστὶν ἀεί σοι ποιεῖν σύνηθες, ἐπὶ τὸν ἐκδημαγωγούμενον ὑπὸ σοῦ καταφεύγῃς ὄχλον, οὐκ ἐπιτρέψω σοι·
但如果你从这里逃跑(这向来是你的习惯),投奔那被你煽动的群众,我绝不会容许你。
παρεσκεύασμαι γὰρ ὡς καὶ τὰ δίκαια ἐρῶν καὶ εἰ μὴ πείθοιο τὰ βίαια πράξων.
因为我已经做好了准备,既要伸张正义,而且如果你不顺从,我将诉诸武力。

词汇与语法注释

  1. §4.32.1περιῆν γὰρ ἄν — 无人称动词 περίεστι(作为剩余留下、结果是)的未完成过去时形式与助词 ἄν 连用,表示过去虚拟语气(与过去事实相反)。与格 σοι 是逻辑上的主体,与格分词 ταῦτα πράξαντι 表示条件(“如果你做了这些事”)。句子的主语是随后的一系列不定式短语(λέγεσθαι、συμβασιλεύειν、μετέχειν、ἀκούειν、μὴ ... ἀποστερεῖν)。
  2. §4.32.1ἀκούειν — 此处的 ἀκούω 具有被动意义,意为“被称为”、“获得……的名声”。虽然通常带谓语主格,但此处 εὐεργέτην 等名词采用宾格,作为不定式 ἀκούειν 省略的逻辑主语(宾格 σε)的谓语性宾格补语。
  3. §4.32.3οὐκ ἂν ἔχοις — 动词 ἔχω 后接不定式(此处为 εἰπεῖν)表示可能(“能够”)。配以带 ἄν 的祈愿时,表示温和否定的推测(潜在祈愿时),即“你将无法举出(其他更好的人)”。
  4. §4.32.3ὡς καὶ τὰ δίκαια ἐρῶν — 连词 ὡς 修饰将来分词(ἐρῶν 和 πράξων),表示行为者的意图或决心(“打算伸张正义,并在必要时诉诸武力”)。这是修饰主句完成时动词 παρεσκεύασμαι(我已做好准备)的状语用法。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.32.1-4.32.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.32.1-4.32.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。