Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.29.1-4.29.7

图利娅向卢基乌斯提议弑偶篡位

第 273 段,共 962 段 · 希腊语

内容简介

不敬的妻子私下召见其小叔子卢基乌斯,提议杀害各自的配偶并重新结合,以夺取符合他们尊贵身份的王位。

§4.29.1καὶ ἐπειδὴ παρεγένετο, μεταστῆναι κελεύσασα τοὺς ἔνδον, ἵνα μόνη διαλεχθείη πρὸς μόνον, Ἆρʼ, ἔφησεν, ὦ Ταρκύνιε, μετὰ παρρησίας ἔξεστί μοι καὶ ἀκινδύνως ἅπαντα εἰπεῖν, ὅσα φρονῶ περὶ τῶν κοινῇ συμφερόντων, καὶ καθέξεις οὓς ἂν ἀκούσῃς λόγους;
当他到来时,她命令屋里的人退下,以便两人单独交谈。 她说:“塔克文,我是否可以毫无危险地坦率说出我对我们共同利益所想的一切,而你会对听到的任何话保密吗?
ἢ σιωπᾶν ἄμεινόν ἐστί μοι καὶ μὴ φέρειν εἰς μέσον βουλὰς ἀπορρήτους;
还是我保持沉默、不公开这些不可泄露的计划更好呢?
§4.29.2κελεύσαντος δὲ τοῦ Ταρκυνίου λέγειν, ὅ τι βούλεται, καὶ περὶ τοῦ καθέξειν ἐν ἑαυτῷ τοὺς λόγους πίστεις ἐπιθέντος διʼ ὅρκων, οὓς ἐκείνη προῃρεῖτο, οὐδὲν ἔτι αἰσχυνθεῖσα λέγει πρὸς αὐτόν· μέχρι τίνος, ὦ Ταρκύνιε, τῆς βασιλείας ἀποστερούμενος ἀνέχεσθαι διανοῇ;
” 塔克文让她想说什么就说什么,并按照她提出的誓言保证绝不泄漏这些话,于是她不再感到任何羞耻,对他说:“塔克文,你打算忍受被剥夺王位到什么时候?
πότερον ἐκ ταπεινῶν καὶ ἀσήμων ἔφυς προγόνων καὶ διὰ τοῦτʼ οὐκ ἀξιοῖς ἐπὶ σεαυτῷ μέγα φρονεῖν;
难道你出身于卑微无名的祖先,因此不配高看自己吗?
ἀλλὰ πάντες ἴσασιν, ὅτι τοῖς μὲν ἀρχαίοις ὑμῶν προγόνοις Ἕλλησιν οὖσι καὶ ἀφʼ Ἡρακλέους γεγονόσι τῆς εὐδαίμονος ἄρξαι Κορίνθου τὴν αὐτοκράτορα ὑπῆρξεν ἀρχὴν ἐπὶ πολλάς, ὡς ἀκούω, γενεάς· τῷ δὲ πάππῳ σου Ταρκυνίῳ μεταθεμένῳ τὴν οἴκησιν ἐκ Τυρρηνῶν ταύτης βασιλεῦσαι τῆς πόλεως ἐξεγένετο διʼ ἀρετήν· οὗ σὺ κληρονομεῖν οὐ μόνον τῶν χρημάτων, ἀλλὰ καὶ τῆς βασιλείας ὀφείλεις πρεσβύτερος υἱωνὸς ὤν.
但大家都知道,你们那身为希腊人、赫拉克勒斯后裔的古老祖先,曾以专任统治权统治富庶的科林斯,据我所知长达许多代;而你的祖父塔克文将住所从第勒尼安迁来,因其美德而得以统治这座城市;作为长孙,你不仅应当继承他的财产,还应当继承他的王位。
§4.29.3ἢ σώματος οὐκ ἔτυχες ἱκανοῦ πράττειν, ὅσα βασιλεῖ προσῆκε, διʼ ἀσθένειάν τε καὶ ἀμορφίαν;
” 或者是因为身体虚弱和丑陋,你没能获得足以履行国王职责的身体?
ἀλλὰ σοί γε καὶ ῥώμη πάρεστιν, οἵα τοῖς κράτιστα πεφυκόσι, καὶ μορφὴ τοῦ βασιλείου γένους ἀξία.
但你确实拥有天赋最卓越者才有的强健体魄,以及配得上王室家族的容貌。
ἢ τούτων μὲν οὐδέτερον, ἡ δʼ ἀσθενὴς ἔτι καὶ πολὺ ἀπέχουσα τοῦ φρονεῖν τὰ προσήκοντα νεότης μεθέλκει σε, διʼ ἣν οὐκ ἀξιοῖς τὰ πολιτικὰ πράττειν, ὃς οὐ πολλοῖς ἀποδεῖς ἔτεσι πεντηκονταέτης εἶναι;
或者两者皆非,而是那尚未成熟、离通晓事理还差得远的年轻时期拉住了你,让你认为自己不配处理国家政务——可你不是再过几年就满五十岁了吗?
κράτιστα δʼ ἄνθρωποι πεφύκασι φρονεῖν οἱ περὶ ταύτην μάλιστα γενόμενοι τὴν ἡλικίαν.
而人类智虑最成熟的时期,正是处于这个年龄阶段。
§4.29.4φέρε, ἀλλʼ ἡ τοῦ κατέχοντος τὰ πράγματα εὐγένεια καὶ ἡ πρὸς τοὺς κρατίστους τῶν πολιτῶν ἐπιτηδειότης, διʼ ἣν οὐκ εὐεπιχείρητός ἐστιν, ἀνέχεσθαί σε ἀναγκάζει;
那么,难道是掌权者的高贵出身,以及他与最优秀市民的亲密关系使他不易被动摇,才迫使你忍气吞声吗?
ἀλλὰ καὶ ταῦτʼ ἀμφότερα κακῶς ἔχοντα αὐτῷ τυγχάνει καὶ οὐδὲ αὐτὸς αὐτά γε ἀγνοεῖς.
但这二者对他而言都处于糟糕的状态,你自己也并非不知道。
καὶ μὴν ἥ γε τόλμα καὶ τὸ φιλοκίνδυνον ἔνεστί σου τοῖς τρόποις, ὧν μάλιστα τῷ βασιλεύειν μέλλοντι δεῖ.
而且,你的性格中确实有着想要成为国王之人最需要的胆识和冒险精神。
ὑπάρχει δέ σοι καὶ πλοῦτος ἱκανὸς καὶ φίλοι πολλοὶ καὶ ἄλλαι πρὸς τὰ πράγματʼ §4.29.5ἀφορμαὶ πολλαὶ καὶ μεγάλαι.
你也拥有足够的财富、众多的朋友以及其他对于事务的许多重大的基础。
τί οὖν ἔτι μέλλεις καὶ τὸν αὐτόματον ἐκδέχῃ καιρόν, ὃς ἥξει σοι φέρων τὴν βασιλείαν μηδὲν εἰς τοῦτο πραγματευσαμένῳ, μετὰ τὴν τοῦ Τυλλίου δήπου τελευτήν;
那么,你为什么还要拖延,去等待那不劳而获、想必是在图利乌斯死后就会把王位送上门来的自然良机呢?
ὥσπερ ἀναμενούσης τῆς τύχης τὰς ἀνθρωπίνας μελλήσεις, ἢ τῆς φύσεως ἡμῶν τὰς καθʼ ἡλικίαν ἑκάστῳ τελευτὰς φερούσης, ἀλλʼ οὐκ ἐν ἀδήλῳ καὶ δυστεκμάρτῳ τέλει πάντων τῶν ἀνθρωπίνων πραγμάτων κειμένων.
就好像命运会等待人类的拖延,或者好像我们的自然会按照年龄将死亡带给每一个人,而不是所有人类事务的结局都处于不确定且难以预料的未知之中。
§4.29.6ἐρῶ δὴ μετὰ παρρησίας, καὶ εἴ με φήσεις θρασεῖαν, τὸ δοκοῦν αἴτιον εἶναί μοι τοῦ μηδεμιᾶς ὀρέγεσθαί σε μήτε φιλοτιμίας μήτε δόξης.
我要坦率地说明,即使你会认为我放肆,那在我看来导致你既不追求名誉也不追求荣耀的原因。
γυνή σοι σύνεστι μηδὲν ἐοικυῖα τοῖς σοῖς τρόποις, ἥ σε κηλοῦσα καὶ κατᾴδουσα μαλθακὸν ἀποδέδωκε, καὶ λήσεις ὑπʼ αὐτῆς γενόμενος ἐξ ἀνδρὸς τὸ μηδέν· ὥσπερ γε κἀμοὶ ψοφοδεὴς καὶ οὐδὲν ἔχων ἀνδρὸς ἀνήρ, ὅς με ταπεινὴν ποιεῖ μεγάλων οὖσαν ἀξίαν καὶ καλὴν τὸ σῶμα, μαρανθεῖσαν δʼ ὑπʼ αὐτοῦ.
与你共同生活的妻子和你的性格毫不相似,她通过迷惑和迎合你,使你变得软弱,你会在她的影响下不知不觉地从一个男人沦为无足轻重的人;正如对我而言,那个胆小怕事、毫无气概的丈夫,使原本配得上伟大事业、身体美丽的我变得卑微,并在他的折磨下日渐枯萎。
§4.29.7εἰ δʼ ἐξεγένετο σοί τε λαβεῖν ἐμὲ γυναῖκα κἀμὲ σοῦ τυχεῖν ἀνδρός, οὐκ ἂν ἐν ἰδιώτῃ βίῳ τοσοῦτον διεζήσαμεν χρόνον.
如果能让你娶我为妻,让我得你为夫,我们绝不会在普通人的生活中度过这么长时间。
τί οὖν οὐκ ἐπανορθούμεθα τὸ τῆς τύχης ἐλάττωμα ἡμεῖς μεταθέμενοι τοὺς γάμους, καὶ σὺ μὲν ἀπαλλάττεις τοῦ βίου τὴν σαυτοῦ γυναῖκα, ἐγὼ δὲ ταὐτὸ διαθήσομαι τὸν ἐμὸν ἄνδρα;
那么,我们为什么不通过互换婚姻来纠正命运的缺陷呢? 你除掉你自己的妻子,我也对我的丈夫做同样的事。
ὅταν δὲ τούτων διαχειρισθέντων συνέλθωμεν εἰς ταὐτό, ἀσφαλῶς ἤδη τὰ λοιπὰ βουλεύσομεν, ἐκποδῶν πεποιημένοι τὰ λυποῦντα ἡμᾶς.
当这些事情处理完毕,我们结合在一起时,我们就可以在排除了干扰我们的障碍之后,安全地筹划其余的事了。
καὶ γὰρ ἐὰν τἆλλα τις ἀδικεῖν ὀκνῇ, βασιλείας γε χάριν οὐ νέμεσις ἅπαντα τολμᾶν.
因为,即使有人在其他事情上犹豫是否作恶,但为了王位,敢于做出任何事情来并不会招致神怨。

词汇与语法注释

  1. 4.29.2τοῖς μὲν ἀρχαίοις ὑμῶν προγόνοις Ἕλλησιν οὖσι καὶ ἀφʼ Ἡρακλέους γεγονόσι τῆς εὐδαίμονος ἄρξαι Κορίνθου τὴν αὐτοκράτορα ὑπῆρξεν ἀρχὴν — 与格的“τοῖς... προγόνοις”隶属于动词“ὑπῆρξεν”(意为“属于、对……是可能的”)。本应作主语的短语“τὴν αὐτοκράτορα... ἀρχήν”由于受到“ὅτι”从句中宾格不定式结构的影响,替代了主格“ἡ αὐτοκράτωρ ἀρχή”而以宾格形式出现。不定式“ἄρξαι”对“ἀρχήν”起解释说明作用。
  2. 4.29.5ὥσπερ ἀναμενούσης τῆς τύχης τὰς ἀνθρωπίνας μελλήσεις, ἢ τῆς φύσεως ἡμῶν τὰς καθʼ ἡλικίαν ἑκάστῳ τελευθὰς φερούσης, ἀλλʼ οὐκ ἐν ἀδήλῳ καὶ δυστεκμάρτῳ τέλει πάντων τῶν ἀνθρωπίνων πραγμάτων κειμένων. — 连词“ὥσπερ”(意为“仿佛、好像”)引导了三个并列的属格独立分词结构(“ἀναμενούσης”、“φερούσης”、“κειμένων”)。最后的“ἀλλʼ οὐκ... κειμένων”与前两个假设性的(而在现实中不成立的)状况形成了强烈的否定和对比。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.29.1-4.29.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.29.1-4.29.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。