Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.28.1-4.28.5

图利乌斯女儿的联姻与夫妻性格不和

第 272 段,共 962 段 · 希腊语

内容简介

图利乌斯国王将两个女儿按年龄顺序嫁给了塔克文的两个孙子(卢基乌斯和阿伦斯),但由于夫妻性格相反产生严重不和,导致天性邪恶的小女儿私下召见其姐夫。

§4.28.1ἦσαν τῷ Τυλλίῳ δύο θυγατέρες ἐκ γυναικὸς γενόμεναι Ταρκυνίας, ἣν ἐνεγγύησεν αὐτῷ βασιλεὺς Ταρκύνιος.
图利乌斯有两个女儿,是由塔克文国王嫁给他的妻子塔克威尼亚所生。
ταύτας τὰς κόρας ἐπιγάμους γενομένας ἐκδίδοται τοῖς ἀδελφιδοῖς τῆς μητρὸς αὐτῶν, υἱωνοῖς δὲ Ταρκυνίου, τῷ τε πρεσβυτέρῳ τὴν πρεσβυτέραν ἁρμόσας καὶ τῷ νεωτέρῳ τὴν νεωτέραν· οὕτως οἰόμενος αὐτὰς μάλιστα συνοίσεσθαι τοῖς λαβοῦσιν.
当这些女孩到了结婚年龄时,他把她们嫁给了她们母亲的兄弟的儿子们,也就是塔克文的孙子们,即长兄配长女,幼弟配幼女;因为他认为这样,她们与娶她们的丈夫之间最能和睦相处。
§4.28.2ἔτυχε δὲ τῶν γαμβρῶν ἑκάτερος ἐναντίᾳ συναφθεὶς τύχῃ κατὰ τὴν οὐχ ὁμοτροπίαν·
然而,由于双方性格不同,这两个女婿各自都与相反的命运结合在了一起。
Λευκίῳ μὲν γὰρ τῷ πρεσβυτέρῳ τολμηρῷ καὶ αὐθάδει καὶ τυραννικῷ τὴν φύσιν ὄντι χρηστὴ καὶ σώφρων καὶ φιλοπάτωρ συνῆλθε γυνή, Ἀρροῦντι δὲ τῷ νεωτέρῳ πολὺ τὸ πρᾷον ἔχοντι καὶ εὐλόγιστον ἀνοσία καὶ μισοπάτωρ καὶ πάντολμος ἦν ἡ γαμετή.
因为,对于性格大胆、傲慢、专横的长子卢基乌斯,与他结合的是一位善良、贤惠、热爱父亲的妻子;而对于性格十分温和、理智的次子阿伦斯,他的配偶却是一位不敬、憎恨父亲、胆大妄为的妻子。
§4.28.3συνέβαινε δὴ τῶν ἀνδρῶν ἑκατέρῳ φέρεσθαι μὲν ἐπὶ τὴν ἑαυτοῦ φύσιν, μετάγεσθαι δʼ ὑπὸ τῆς γυναικὸς ἐπὶ τἀναντία·
于是,这两个丈夫各自都倾向于顺从自己的本性,却被妻子拉向了相反的方向。
ὁ μέν γε πονηρὸς ἐκβαλεῖν τῆς βασιλείας τὸν κηδεστὴν προθυμούμενος καὶ πάντα μηχανώμενος εἰς τοῦτο ὑπὸ τῆς γυναικὸς μετεπείθετο ἀντιβολούσης τε καὶ ὀδυρομένης· ὁ δʼ ἐπιεικὴς οὐδὲν οἰόμενος δεῖν ἐξαμαρτάνειν εἰς τὸν πενθερόν, ἀλλὰ περιμένειν, ἕως ἡ φύσις αὐτὸν ἐκ τοῦ ζῆν ἐξαγάγῃ, καὶ τὸν ἀδελφὸν οὐκ ἐῶν πράττειν τὰ μὴ δίκαια, ὑπὸ τῆς ἀνοσίας γυναικὸς ἐπὶ τἀναντία μετήγετο νουθετούσης τε καὶ λοιδορουμένης καὶ τὴν ἀνανδρίαν κακιζούσης·
邪恶的那一个(卢基乌斯)渴望将岳父赶出王位,并为此想方设法,却被他那哀求和哭诉的妻子说服而作罢;而温和的那一个(阿伦斯)认为不应该对岳父犯下任何过错,而应该等待自然将他带离人世,并且不允许他的哥哥做不公正的事,却被他不敬的妻子拉向了相反的方向,妻子对他进行规劝、辱骂并责备他的懦弱。
§4.28.4ὡς δʼ οὐδὲν ἐπέραινον οὔτε αἱ τῆς σώφρονος λιτανεῖαι τὰ κράτιστα τὸν οὐ δίκαιον ἄνδρα πειθούσης, οὔτε αἱ τῆς μιαρᾶς παραινέσεις ἐπὶ τὰς ἀνοσίους πράξεις τὸν οὐ πονηρὸν εἶναι πεφυκότα παρακαλούσης, ἀλλʼ ἑκάτερος ἐπὶ τὴν ἑαυτοῦ φύσιν ἐφέρετο καὶ λυπηρὰν ἡγεῖτο τὴν μὴ τὰ ὅμοια βουλομένην, τῇ μὲν ὀδύρεσθαί τε καὶ φέρειν τὸν ἑαυτῆς δαίμονα περιῆν· τῇ δὲ παντόλμῳ χαλεπαίνειν καὶ ἀπαλλαγῆναι ζητεῖν ἀπὸ τοῦ συνοικοῦντος.
但是,由于贤惠的妻子劝说不义的丈夫做最正确的事情的哀求无济于事,而肮脏的妻子鼓动天性不恶的丈夫做出不敬行为的规劝也毫无效果,反而每个丈夫都顺着自己的本性发展,并把不愿与自己志同道合的妻子视为累赘,因此对于前者(善良的妻子)来说,只剩下了叹息和承受自己的命运;而对于那个胆大妄为的妻子来说,则是发怒并寻求摆脱同居的丈夫。
§4.28.5ἔπειτα δʼ ἡ κακὴ τὴν φύσιν ἀπονοηθεῖσα καὶ νομίσασα τοῖς ἑαυτῆς τρόποις ἁρμόττειν μάλιστα τὸν τῆς ἀδελφῆς ἄνδρα μεταπέμπεταί τʼ αὐτὸν ὡς ὑπὲρ ἀναγκαίου πράγματος διαλεξομένη,
随后,那天性邪恶的女子铤而走险,认为姐姐的丈夫最适合自己的性格,于是派人召见他,声称要商讨紧急事务,

词汇与语法注释

  1. §4.28.1τοῖς λαβοῦσιν — 动词 λαμβάνω 的主动语态不定过去时分词(此处为阳性复数与格 τοῖς λα婚人(即“娶妻”),因此在此处实质上指“丈夫们”。
  2. §4.28.2ἐναντίᾳ συναφθεὶς τύχῃ κατὰ τὴν οὐχ ὁμοτροπίαν — 此处的 τύχη 不仅仅指抽象的“命运”,而是隐指由命运所分配的“配偶(妻子)”。κατὰ τὴν οὐχ ὁμοτροπίαν 意为“由于性格不合”,说明由于夫妻性格的不匹配,每个人都与性格截然相反的妻子(命运)结合在了一起。
  3. §4.28.3φέρεσθαι μὲν... μετάγεσθαι δʼ — 具有主动/不及物力量的中动语态 φέρεσθαι(倾向于,走向)与被动语态 μετάγεσθαι(被拉过去,被改变方向)形成对比。这表达了双重力学:丈夫们本自然地倾向于自己的本性,却被妻子强行拉向相反的方向。
  4. §4.28.4τῇ μὲν... τῇ δὲ... περιῆν — 未完成过去时动词 περιῆν 在此意为“留给……”,支配与格代词 τῇ μὲν(对于前者)和 τῇ δὲ(对于后者)。不定式(前者为 ὀδύρεσθαι 和 φέρειν,后者为 χαλεπαίνειν 和 ζητεῖν)充当 περιῆν 的主语,突出了留给这两个妻子的截然不同的出路。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.28.1-4.28.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.28.1-4.28.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。