§3.6.1Οὐιεντανοὶ καὶ Φιδηναῖοι μεγάλας καὶ πολυανθρώπους ἔχοντες πόλεις ἐπὶ μὲν τῆς Ῥωμύλου βασιλείας εἰς πόλεμον ὑπὲρ ἀρχῆς καὶ δυναστείας Ῥωμαίοις κατέστησαν, ἐν ᾧ πολλὰς ἀπολέσαντες δυνάμεις ἀμφότεροι καὶ χώρας ἀποδασμῷ ζημιωθέντες ὑπήκοοι τοῖς κεκρατηκόσιν ἠναγκάσθησαν γενέσθαι.
维伊人和斐代奈人拥有庞大且人口众多的城市,在罗慕路斯统治时期,他们曾为了统治权和霸权与罗马人开战,在这场战争中,双方都损失了大量兵力,并因割让部分领土而蒙受损失,被迫成为了征服者的臣民。
περὶ ὧν ἐν τῇ πρὸ ταύτης δεδήλωκα γραφῇ τὸ ἀκριβές·
关于这些事情,我已在前一卷书中作了精确的说明。
ἐπὶ δὲ τῆς Νόμα Πομπιλίου δυναστείας εἰρήνης ἀπολαύσαντες βεβαίου πολλὴν ἔσχον ἐπίδοσιν εἰς εὐανδρίαν τε καὶ πλοῦτον καὶ τὴν ἄλλην εὐδαιμονίαν.
但在努马·庞皮里乌斯统治时期,他们享受着稳固的和平,在人口、财富及其他福祉上有了巨大的增长。
τούτοις δὴ τοῖς ἀγαθοῖς ἐπαρθέντες ἐλευθερίας τε αὖθις ὠρέγοντο καὶ φρόνημα ἐλάμβανον ὑψηλότερον παρασκευάζοντό τε ὡς οὐκέτι Ῥωμαίων ἀκροώμενοι.
正是被这些利益所鼓舞,他们再次渴望自由,抱有更高的气概,并开始进行准备,仿佛不再听从罗马人的支配。
§3.6.2τέως μὲν οὖν ἄδηλος αὐτῶν ἡ διάνοια τῆς ἀποστάσεως ἦν, ἐν δὲ τῷ πρὸς Ἀλβανοὺς ἐφανερώθη πολέμῳ.
因此,在一段时间内,他们叛乱的意图尚不明显,但在与阿尔巴人的战争中暴露了出来。
ὡς γὰρ ἐπύθοντο πανστρατιᾷ Ῥωμαίους ἐξεληλυθότας ἐπὶ τὸν πρὸς Ἀλβανοὺς ἀγῶνα, κράτιστον ὑπολαβόντες εἰληφέναι καιρὸν ἐπιθέσεως ἀπορρήτους ἐποιήσαντο διὰ τῶν δυνατωτάτων ἀνδρῶν συνωμοσίας ἅπαντας τοὺς ὁπλοφορεῖν δυναμένους εἰς Φιδήνην συνελθεῖν κρύφα καὶ κατʼ ὀλίγους ἰόντας, ὡς ἂν ἥκιστα γένοιντο τοῖς ἐπιβουλευομένοις καταφανεῖς· §3.6.3ἐκεῖ δʼ ὑπομένοντας ἐκδέχεσθαι τὸν καιρόν, ὅτε αἱ Ῥωμαίων τε καὶ Ἀλβανῶν δυνάμεις ἐκλιποῦσαι τοὺς χάρακας ἐπὶ τὸν ἀγῶνα προελεύσονται, ʽτοῦτον δὲ φανερὸν ποιεῖν αὐτοῖς ἔμελλον διὰ συμβόλων σκοποί τινες ἐν τοῖς ὄρεσι λοχῶντεσʼ ὅταν δὲ ἀρθῇ τὰ σημεῖα λαβόντας τὰ ὅπλα χωρεῖν ἐπʼ αὐτοὺς ἔδει πάντας κατὰ τάχος, ʽἦν δὲ οὐ πολλὴ ἡ ἐπὶ τοὺς χάρακας ἀπὸ Φιδήνης φέρουσα ὁδός, ἀλλʼ ὅσον ἢ δυσὶν ὥραις ἢ τρισὶν ἀνυσθῆναι τὸ μακρότατονʼ ἐπιφανέντας δὲ τῷ ἀγῶνι τέλος ἤδη ἔχοντι ὥσπερ εἰκὸς μηδὲν ἡγεῖσθαι φίλιον, ἀλλʼ ἐάν τε Ἀλβανοὶ νικῶσιν ἐάν τε Ῥωμαῖοι κτείνειν τοὺς κεκρατηκότας αὐτῶν.
因为当他们得知罗马人已全军出击去进行与阿尔巴人的战斗时,他们认为得到了进攻的最佳时机,便通过最有力的人士策划了秘密阴谋,让所有能够携带武器的人秘密地、分批地前往斐代奈集结,以便最不易被图谋的对象发现;并让他们在原处等待,以等候罗马人和阿尔巴人的军队离开营地走向战场时那一时机的到来(而山中设伏的一些哨兵届时将通过信号向他们示意这一时刻),而当信号升起时,所有人应当迅速拿起武器向他们进军(从斐代奈到营地的路途并不遥远,最长也只需两三个小时即可走完),并在战斗已接近尾声时出现在战场上,正如所料,不将任何一方视为朋友,而是无论阿尔巴人获胜还是罗马人获胜,都要杀戮胜出者。
ταῦτα ἦν ἃ διέγνωστο πράττειν τοῖς προεστηκόσι τῶν πόλεων.
这些便是各城邦首领决定实施的计划。
§3.6.4εἰ μὲν οὖν θρασύτερον ἐπὶ τὸν ἀγῶνα ὥρμησαν Ἀλβανοὶ Ῥωμαίων καταφρονήσαντες καὶ μιᾷ κρῖναι μάχῃ τὰ ὅλα διέγνωσαν, οὐθὲν ἂν τὸ κωλῦον ἦν τόν τε κατασκευασθέντα δόλον ἐπʼ αὐτοῖς λεληθέναι καὶ διεφθάρθαι τὰ στρατεύματα αὐτῶν ἀμφότερα·
因此,如果阿尔巴人因轻视罗马人而更大胆地投入战斗,并决定通过一场战役来决定乾坤,那么就没有什么能阻止针对他们的阴谋保持隐秘并彻底毁灭他们双方的军队。
νῦν δὲ ἡ διατριβὴ τοῦ πολέμου παράδοξος ἅπασι γενομένη καὶ ὁ χρόνος ἐν ᾧ παρεσκευάζοντο πολὺς ἐφελκυσθεὶς διέχεεν αὐτῶν τὰ βουλεύματα.
但如今,战争的拖延让所有人出乎意料,且他们准备的时间拉得太长,打乱了他们的计划。
τῶν γὰρ ἐκ τῆς συνωμοσίας τινές, εἴτε οἰκεῖα κέρδη περιβαλέσθαι ζητοῦντες εἴτε τοῖς κορυφαιοτάτοις τῶν σφετέρων καὶ τὸ ἔργον εἰσηγησαμένοις φθονοῦντες εἴτε μήνυσιν ἑτέρων δεδιότες, ὅ τι πολλοῖς συνέβη παθεῖν ἐν ταῖς πολυανθρώποις καὶ χρονιζομέναις συνωμοσίαις, εἴτε ὑπὸ θείας ἀναγκαζόμενοι γνώμης οὐκ ἀξιούσης ἔργον ἀνόσιον εἰς εὐτυχὲς κατασκῆψαι τέλος μηνυταὶ γίνονται τοῖς πολεμίοις τοῦ δόλου.
因为阴谋中的某些人,或是为了谋求个人私利,或是嫉妒自己人中提出此事的首脑人物,或是害怕他人的告发(这在人数众多且旷日持久的阴谋中是许多人常有的遭遇),又或是迫于神明的意志—— 神明不容许一项不义的勾当落得圆满的结局——从而向敌人告发了这一阴谋。