§3.68.1κατεσκεύασε δὲ καὶ τὸν μέγιστον τῶν ἱπποδρόμων Ταρκύνιος τὸν μεταξὺ τοῦ τε Αὐεντίνου καὶ τοῦ Παλλαντίου κείμενον πρῶτος ὑποστέγους ποιήσας περὶ αὐτὸν καθέδρας ʽτέως γὰρ ἑστῶτες ἐθεώρουνʼ ἐπʼ ἰκρίοις, δοκῶν ξυλίναις σκηναῖς ὑποκειμένων·
塔克文还建造了最大的竞技场,即坐落在阿文丁山和帕拉蒂尼山之间的那座,并首次在周围建造了带屋顶的看台;因为在此之前,人们都是站在由木梁在下方支撑临时帐篷的支架上观看比赛。
καὶ διελὼν τοὺς τόπους εἰς τριάκοντα φράτρας ἑκάστῃ μοῖραν ἀπέδωκε μίαν, ὥστε ἐν τῇ προσηκούσῃ χώρᾳ καθεζόμενον ἕκαστον θεωρεῖν.
他将场地划分为三十个库里亚,给每个库里亚分配了一份,以便每个人都能坐在属于自己的位置上观看。
§3.68.2ἔμελλε δὲ ἄρα σὺν χρόνῳ καὶ τοῦτο τὸ ἔργον ἐν τοῖς πάνυ καλοῖς καὶ θαυμαστοῖς κατασκευάσμασι τῆς πόλεως γενήσεσθαι.
随着时间的推移,这项工程注定也将成为这座城市中极美妙且令人赞叹的建筑之一。
μῆκος μὲν γὰρ τοῦ ἱπποδρόμου τριῶν καὶ ἡμίσους ἐστὶ σταδίων, εὖρος δὲ τεττάρων πλέθρων· πέριξ δὲ αὐτοῦ κατά τε τὰς μείζους πλευρὰς καὶ κατὰ μίαν τῶν ἐλαττόνων εὔριπος εἰς ὑποδοχὴν ὕδατος ὀρώρυκται βάθος τε καὶ πλάτος δεκάπους.
因为该竞技场的长度为三 stade 半,宽度为四个 plethron;在其周围,沿着两条长边和其中一条短边,挖有一条用于蓄水的水渠,其深度和宽度均为十英尺。
μετὰ δὲ τὸν εὔριπον ᾠκοδόμηνται στοαὶ τρίστεγοι.
水渠之外,建有三层的柱廊。
τούτων δὲ αἱ μὲν ἐπίπεδοι λιθίνας ἔχουσιν ὥσπερ ἐν τοῖς θεάτροις ὀλίγον ὑπερανεστηκυίας ἀλλήλων καθέδρας, §3.68.3αἱ δʼ ὑπερῷοι ξυλίνας.
在这些柱廊中,地面层的柱廊配有石质座椅,像剧场里的座椅一样,彼此逐级稍微升高,而上层柱廊则配有木质座椅。
συνάγονται δʼ εἰς τὸ αὐτὸ καὶ συνάπτουσιν ἀλλήλαις αἱ μείζους ὑπὸ τῆς ἐλάττονος μηνοειδὲς ἐχούσης τὸ σχῆμα συγκλειόμεναι, ὥστε μίαν ἐκ τῶν τριῶν γίνεσθαι στοὰν ἀμφιθέατρον ὀκτὼ σταδίων ἱκανὴν ὑποδέξασθαι πεντεκαίδεκα μυριάδας ἀνθρώπων.
两条长边的柱廊由另一条呈半月形的短边柱廊收尾并相互连接,从而使这三座柱廊合为一体,形成一个长达八 stade 的圆形剧场状柱廊,足以容纳十五万人。
ἡ δὲ λοιπὴ τῶν ἐλαττόνων πλευρῶν αἴθριος ἀνειμένη ψαλιδωτὰς ἱππαφέσεις ἔχει διὰ §3.68.4μιᾶς ὕσπληγος ἅμα πάσας ἀνοιγομένας.
其余的那条短边则向天空敞开,设有拱形的赛马起跑门,它们通过一根绳索而同时全部开启。
ἔστι δὲ καὶ περὶ τὸν ἱππόδρομον ἔξωθεν ἑτέρα στοὰ μονόστεγος ἐργαστήρια ἔχουσα ἐν αὑτῇ καὶ οἰκήσεις ὑπὲρ αὐτά, δι’ ἧς εἰσιν εἴσοδοί τε καὶ ἀναβάσεις τοῖς ἐπὶ τὴν θέαν ἀφικομένοις παρʼ ἕκαστον ἐργαστήριον, ὥστε μηδὲν ἐνοχλεῖσθαι τὰς τοσάς2δε μυριάδας εἰσιούσας τε καὶ ἀπολυομένας.
在竞技场外侧还环绕着另一座单层柱廊,里面设有店铺,其上则是住宅,来看比赛的人可以通过每个店铺旁的通道进入和登楼,从而使这数以万计的人群在入场和散场时都不会受到任何拥挤和阻碍。