§3.67.1αὗται πολεμικαὶ πράξεις βασιλέως Ταρκυνίου μνημονεύονται, εἰρηνικαὶ δὲ καὶ πολιτικαὶ τοιαίδε τινές, οὐδὲ γὰρ ταύτας βούλομαι παρελθεῖν ἀμνημονεύτους.
这些是记录在案的塔克文国王的军事功绩;而他在和平时期的政治功绩则有如下这些,因为我也不想让这些功绩湮没无闻。
εὐθὺς γὰρ ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν τὸν δημοτικὸν ὄχλον οἰκεῖον ἑαυτῷ ποιῆσαι προθυμηθείς, ὥσπερ οἱ πρότεροι βασιλεῖς ἐποίουν, διὰ τοιαύτας εὐεργεσίας ὑπηγάγετο· ἐπιλέξας ἄνδρας ἑκατὸν ἐξ ἁπάντων τῶν δημοτικῶν, οἷς ἀρετήν τινα πολεμικὴν ἢ πολιτικὴν φρόνησιν ἅπαντες ἐμαρτύρουν, πατρικίους ἐποίησε καὶ κατέταξεν εἰς τὸν τῶν βουλευτῶν ἀριθμόν, καὶ τότε πρῶτον ἐγένοντο Ῥμαίοις τριακόσιοι βουλευταὶ τέως ὄντες διακόσιοι.
因为他一继承王位,就急于像先前的国王们所做的那样,使平民大众亲近自己,便通过如下恩惠拉拢了他们:他从所有平民中挑出一百名众人皆公认其具有某种军事才能或政治智慧的男子,将他们提升为贵族,并编入元老院议员的人数之中,于是,此前为两百人的罗马元老院议员,在那时首次达到了三百人。
§3.67.2ἔπειτα ταῖς ἱεραῖς παρθένοις, ὑφʼ ὧν τὸ ἄσβεστον φυλάττεται πῦρ, τέτταρσιν οὔσαις δύο προσκατέλεξεν ἑτέρας· πλειόνων γὰρ ἤδη συντελουμένων ὑπὸ τῆς πόλεως ἱερουργιῶν, αἷς ἔδει τὰς τῆς Ἑστίας παρεῖναι θυηπόλους, οὐκ ἐδόκουν αἱ τέτταρες ἀρκεῖν.
接着,对于守护着不灭之火的圣处女们,当时她们共有四人,他又增加了另外两人;因为当时城邦所举行的祭祀活动已经日益增多,而这些活动都需要赫斯提亚的祭司到场,这四个人似乎已经不够用了。
Ταρκυνίου δὲ ἄρξαντος ἠκολούθουν οἱ λοιποὶ βασιλεῖς, καὶ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ἓξ ἀποδείκνυνται τῆς Ἑστίας ἀμφίπολοι.
自塔克文开此先河之后,其余的国王纷纷效仿,直至我们的时代,赫斯提亚的侍女一直被规定为六人。
§3.67.3δοκεῖ δὲ καὶ τὰς τιμωρίας, αἷς κολάζονται πρὸς τῶν ἱεροφαντῶν αἱ μὴ φυλάττουσαι τὴν παρθενίαν, ἐκεῖνος ἐξευρεῖν πρῶτος εἴτε κατὰ λογισμὸν εἴτε ὡς οἴονταί τινες ὀνείρῳ πειθόμενος, ἃς μετὰ τὴν ἐκείνου τελευτὴν ἐν τοῖς Σιβυλλείοις εὑρεθῆναι χρησμοῖς οἱ τῶν ἱερῶν ἐξηγηταὶ λέγουσιν·
此外,对于那些未能保持贞洁的处女,神官长们用以惩罚她们的刑罚,似乎也是他首先发明的,不论是出于理性的深思熟虑,还是如某些人所认为的那样是遵从了梦境;圣事阐释者们说,这些惩罚是在他死后于西比拉神谕中被发现的。
ἐφωράθη γάρ τις ἐπὶ τῆς ἐκείνου βασιλείας ἱέρεια Πιναρία Ποπλίου θυγάτηρ οὐχ ἁγνὴ προσιοῦσα τοῖς ἱεροῖς.
因为在他的统治时期,一个名叫皮纳利亚、是普布利乌斯之女的祭司,被发现以不洁之身参与祭祀。
τρόπος δὲ τιμωρίας ὅστις ἐστίν, ᾧ κολάζουσι τὰς διαφθαρείσας, ἐν τῇ πρὸ ταύτης δεδήλωταί §3.67.4μοι γραφῇ.
而惩罚那些失贞者的刑罚方式是什么,在我在此之前的著作中已有所说明。
τήν τε ἀγοράν, ἐν ᾗ δικάζουσι καὶ ἐκκλησιάζουσι καὶ τὰς ἄλλας πολιτικὰς ἐπιτελοῦσι παράξεις ἐκεῖνος ἐκόσμησεν ἐργαστηρίοις τε καὶ παστάσι περιλαβών, καὶ τὰ τείχη τῆς πόλεως αὐτοσχέδια καὶ φαῦλα ταῖς ἐργασίαις ὄντα πρῶτος ᾠκοδομήσατο λίθοις ἁμαξιαίοις εἰργασμένοις πρὸς κανόνα.
)此外,他还将人们进行审判、举行公民大会以及履行其他政治事务的广场,用作作坊和柱廊环绕起来以作美化,并且首次用按照规格加工的、如货车般大小的巨石,建造了城市原本简陋且粗制滥造的城墙。
§3.67.5ἤρξατο δὲ καὶ τὰς ὑπονόμους ὀρύττειν τάφρους, διʼ ὧν ἐπὶ τὸν Τέβεριν ὀχετεύεται πᾶν τὸ συρρέον ἐκ τῶν στενωπῶν ὕδωρ, ἔργα θαυμαστὰ καὶ κρείττω λόγου κατασκευασάμενος.
他开始挖掘地下水道,将所有从狭窄街道汇集而来的积水排入台伯河,建造了令人叹为观止、非言语所能形容的伟大工程。
ἔγωγʼ οὖν ἐν τρισὶ τοῖς μεγαλοπρεπεστάτοις κατασκευάσμασι τῆς Ῥώμης, ἐξ ὧν μάλιστα τὸ τῆς ἡγεμονίας ἐμφαίνεται μέγεθος, τάς τε τῶν ὑδάτων ἀγωγὰς τίθεμαι καὶ τὰς τῶν ὁδῶν στρώσεις καὶ τὰς τῶν ὑπονόμων ἐργασίας οὐ μόνον εἰς τὸ χρήσιμον τῆς κατασκευῆς τὴν διάνοιαν ἀναφέρων, ὑπὲρ οὗ κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ, ἀλλὰ καὶ εἰς τὴν τῶν ἀναλωμάτων πολυτέλειαν, ἣν ἐξ ἑνὸς ἔργου τεκμήραιτʼ ἄν τις Γάιον Ἀκίλλιον ποιησάμενος τοῦ μέλλοντος λέγεσθαι βεβαιωτήν, ὅς φησιν ἀμεληθεισῶν ποτε τῶν τάφρων καὶ μηκέτι διαρρεομένων τοὺς τιμητὰς τὴν ἀνακάθαρσιν αὐτῶν καὶ τὴν ἐπισκευὴν χιλίων μισθῶσαι ταλάντων.
总之,我认为水道、铺路工程和下水道工程是罗马最宏伟的三大建造工程,罗马帝国的伟大也最能通过这些工程体现出来,这不仅是因为我关注其建造的实用性(关于这一点我将在适当的时候谈及),而且还因为其支出的昂贵,人们可以通过一项工程来推测出其费用的巨大,只要让盖乌斯·阿基利乌斯来担任即将陈述之事的证人即可。 他说,曾几何时,下水道因疏于管理而不再流水,监察官们便以一千塔兰同的价格将清淤和维修工程承包了出去。