§3.42.1ἐκ δὲ τοῦ Σαβίνων ἔθνους αὖθις ἕτεροί τινες τῆς Ῥωμαίων οὔπω πεπειραμένοι δυνάμεως, πόλιν οἰκοῦντες εὐδαίμονα καὶ μεγάλην, ἐγκαλεῖν μὲν αὐτοῖς οὐδὲν ἔχοντες, φθονεῖν δὲ ταῖς εὐτυχίαις ἀναγκαζόμενοι μείζοσιν ἢ κατὰ λόγον γινομέναις, ἄνθρωποι δεινοὶ τὰ πολέμια τὸ μὲν πρῶτον ἀπὸ λῃστηρίων καὶ καταδρομῆς ἀγρῶν ὀλίγοι συνελθόντες ἤρξαντο, ἔπειτα δελεαζόμενοι ταῖς ὠφελείαις φανερὰν ποιοῦνται στρατείαν ἐπʼ αὐτοὺς καὶ τῆς ὁμόρου πολλὴν λεηλατοῦντες ἐκάκωσαν ἰσχυρῶς.
另一方面,来自萨宾人部族的另外一些人,尚未体验过罗马人的实力,居住在一座富庶而宏大的城市里,虽然对他们无可指责,却不由自主地嫉妒起他们超乎常理地日益增长的繁荣。 这些精于战事的人,起初,少数人聚集在一起,从对田野的劫掠和袭击开始,随后,受到利益的诱惑,他们对罗马人发动了公开的远征,并掠夺了邻近的大片领土,造成了严重的破坏。
§3.42.2οὐ μὴν ἐξεγένετό γε αὐτοῖς οὔτε τὰς ὠφελείας ἀπἄγειν οὔτʼ αὐτοῖς ἀθώοις ἀπελθεῖν, ἀλλʼ ἐκβοηθήσας κατὰ σπουδὴν ὁ τῶν Ῥωμαίων βασιλεὺς καὶ πλησίον τῆς ἐκείνων παρεμβολῆς θέμενος τὸν χάρακα προελθεῖν §3.42.3αὐτοὺς ἠνάγκασεν εἰς μάχην.
然而,他们既未能带走战利品,也未能让自己安然退去。 反而,罗马人的国王急忙出兵救援,并在他们的营地附近安营扎寨,强迫他们走出来加入战斗。
ἐγένετο μὲν οὖν μέγας ἀγὼν καὶ πολλοὶ παρʼ ἀμφοτέρων ἔπεσον, ἐκράτησαν δὲ Ῥωμαῖοι κατὰ τὸ ἔμπειρόν τε καὶ φιλόπονον, ὧν ἐθάδες ἦσαν ἐκ πλείστου, καὶ περιεγένοντο παρὰ πολὺ τῶν Σαβίνων τοῖς τε φεύγουσιν αὐτῶν ἐπὶ τὸν χάρακα σποράσι καὶ ἀσυντάκτοις ἐκποδὸς ἑπόμενοι πολὺν ἐποίουν φόνον.
于是展开了一场大战,双方都有许多人战死,但罗马人凭借他们长期习惯的经验与吃苦耐劳克服了困难并得胜,并且大胜萨宾人,紧紧追击那些散乱无序、向着营地逃跑的敌人,进行了大肆杀戮。
§3.42.4κρατήσαντες δὲ καὶ τῆς παρεμβολῆς αὐτῶν παντοδαπῶν χρημάτων γεμούσης καὶ τοὺς αἰχμαλώτους, οὓς ἔλαβον οἱ Σαβῖνοι κατὰ τὰς προνομάς, ἀπολαβόντες ἀπῄεσαν ἐπʼ οἴκου.
在占领了他们装满各种财宝的营地,并夺回了萨宾人在掠夺时抓获的俘虏之后,他们便班师回朝。
αἱ μὲν δὴ πολεμικαὶ πράξεις τοῦδε τοῦ βασιλέως αἱ μνήμης καὶ λόγου παρὰ Ῥωμαίοις τυγχάνουσαι τοιαίδε τινὲς λέγονται γενέσθαι· πολιτικαὶ δὲ ἃς ἔρχομαι λέξων.
这位国王在罗马人中获得铭记与传诵的军事功绩,据说便是如上这些;而至于其内政方面的作为,则是我接下来要讲述的内容。