§3.40.1μαθὼν δὲ τὴν διάνοιαν αὐτῶν ὁ Μάρκιος ὑπονόμους ὤρυττεν ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἀρξάμενος ὑπὸ τὰ τείχη τῆς πόλεως, καὶ ἐπειδὴ τέλος εἶχεν ἤδη τὸ ἔργον, ἀναστήσας τὸν στρατὸν ἦγεν ἐπὶ τὴν πόλιν, μηχανάς τε πολλὰς καὶ κλίμακας καὶ τἆλλα πρὸς τειχομαχίαν κατεσκευασμένα ἐπαγόμενος, οὐ καθʼ ὃν αἱ διώρυγες ἐγίνοντο τοῦ τείχους τόπον, ἀλλὰ §3.40.2καθʼ ἕτερον.
马尔基乌斯洞悉了他们的意图,便下令挖掘地道,从自己的营地开始一直延伸到城墙下方。 当工程已经完工时,他调动军队向城市进军,随军带去了许多攻城器械、梯子以及其他为攻城而准备的工具。 然而,他并非指向地道所掘的城墙位置,而是指向另一个地方。
τῶν δὲ Φιδηναίων ἐπὶ τὰ πολιορκούμενα μέρη τῆς πόλεως συνδραμόντων ἀθρόων καὶ τὰς προσβολὰς γενναίως ἀποτριβομένων ἀναστομώσαντες τὰ πέρατα τῶν ὑπονόμων οἱ ταχθέντες ἐπὶ τούτῳ Ῥωμαῖοι ἐντὸς ἐγεγόνεσαν τοῦ περιβόλου καὶ τοὺς ὁμόσε χωροῦντας διαφθείραντες ἀνοίγουσι τοῖς πολιορκοῦσι τὰς πύλας.
当斐德奈人成群结队地奔向正遭受围攻的城池各处、并英勇地击退进攻时,被指派执行此任务的罗马人打开了地道的出口,进入了城墙内部。 他们消灭了迎面而来的守军,为包围城市的友军打开了大门。
§3.40.3πολλῶν δʼ ἐν τῇ καταλήψει τῆς πόλεως ἀπολλυμένων τοὺς λοιποὺς τῶν Φιδηναίων ὅπλα τε παραδοῦναι κελεύσας ὁ Μάρκιος καὶ εἰς ἕνα τόπον τῆς πόλεως ἅπαντας προκηρύξας συνελθεῖν, ὀλίγους ἐξ αὐτῶν τοὺς αἰτίους τῆς ἀποστάσεως μάστιξιν αἰκισάμενος ἀπέκτεινεν, οἰκίας δʼ ἁπάντων διαρπάσαι τοῖς στρατιώταις ἐπιτρέψας καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπὼν ἀξιόχρεων ἀπῆγε τὴν δύναμιν ἐπὶ Σαβίνους.
在城池陷落、许多人被杀的过程中,马尔基乌斯命令其余的斐德奈人缴械投降,并传令召集所有人到城内的一处地方。 他将其中少数几个应对叛乱负责的头目施以鞭刑并处死,随后允许士兵们洗劫所有房屋。 在城中留下一支实力充足的守备队后,他率领军队离去,迎击萨宾人。
§3.40.4οὐδὲ γὰρ ἐκεῖνοι διέμειναν ἐν ταῖς ὁμολογίαις, αἷς ἐποιήσαντο περὶ τῆς εἰρήνης πρὸς βασιλέα Τύλλον, ἀλλʼ ἐμβαλόντες εἰς τὴν Ῥωμαίων γῆν ἐδῄουν αὖθις τὴν ὅμορον, μαθών τε ὁ Μάρκιος παρά τε κατασκόπων καὶ αὐτομόλων τον καιρὸν τῆς ἐπιχειρήσεως ἐσκεδασμένων τῶν Σαβίνων καὶ λεηλατούντων τοὺς ἀγροὺς αὐτὸς μὲν ἅμα τοῖς πεζοῖς ἐπὶ τὸν χάρακα τῶν πολεμίων ἀφικόμενος ὀλίγην ἔχοντα φυλακὴν καταλαμβάνει τὸ ἔρυμα ἐξ ἐφόδου, Ταρκύνιον δὲ τοὺς ἱππεῖς ἄγοντα ἐπὶ τοὺς ἐν προνομαῖς ἐσκεδασμένους ἐπείγεσθαι ἐκέλευε.
因为萨宾人也同样没有遵守他们与图路斯国王达成的和平协定,反而侵入罗马人的土地,再次蹂躏邻近的地区。 马尔基乌斯从侦察兵和逃兵那里得知萨宾人因分散在田野里劫掠而暴露出的攻击良机,他自己便率领步兵抵达敌人的营地,由于该要塞守备薄弱,他通过急袭将其攻占;同时,他命令率领骑兵的塔奎尼乌斯迅速向分散在四处掠夺的敌人发起进攻。
§3.40.5μαθόντες δὲ οἱ Σαβῖνοι τὴν ἵππον τῶν Ῥωμαίων ἐπὶ σφᾶς ἐλαύνουσαν ἀφέντες τὴν λείαν καὶ τὰς ἄλλας ὠφελείας, ὅσας ἔφερόν τε καὶ ἦγον, ἔφευγον ἐπὶ τὸν χάρακα·
萨宾人得知罗马骑兵正向他们奔袭而来,便丢弃了劫掠来的牲畜和其他正在运走或赶走的战利品,向着自己的营地逃去。
ὡς δὲ κἀκεῖνον ἔγνωσαν κατεχόμενον ὑπὸ τῶν πεζῶν, ἀποροῦντες ὅποι τράποιντο συνέτειναν εἰς ὕλας τε καὶ ὄρη.
但当他们发现那里也已被罗马步兵占领时,便在无路可走的情况下,一齐逃往森林和山中。
διωκόμενοι δὲ ὑπὸ τῶν ψιλῶν καὶ τῶν ἱππέων ὀλίγοι μέν τινες ἐσώθησαν, οἱ δὲ πλείους διεφθάρησαν.
在轻装步兵和骑兵的追击下,只有极少数人得以逃生,而大多数人被歼灭。
καὶ μετὰ τὴν συμφορὰν ταύτην πρεσβευσάμενοι πάλιν εἰς Ῥώμην εἰρήνης τυγχάνουσιν οἵας ἐβούλοντο.
在此次惨败之后,他们再次派遣使节前往罗马,获得了他们所渴望的和平。
ἔτι γὰρ ὁ πρὸς τὰς Λατίνων πόλεις συνεστηκὼς τοῖς Ῥωμαίοις πόλεμος ἀναγκαίας ἐποίει τὰς πρὸς τοὺς ἄλλους ἐχθροὺς ἀνοχάς τε καὶ διαλύσεις.
因为罗马人与拉丁人诸城市之间仍在进行的战争,使得与其余敌人达成休战和解成为必要。