§3.20.1ὁ μὲν δὴ τὸ καίριον τραῦμα λαβὼν εὐθὺς ἐτεθνήκει, ὁ δὲ τὴν ἰγνύαν τετρωμένος οὐκέτι βέβαιος ἦν ἑστάναι, σκάζων δὲ καὶ τὰ πολλὰ τῷ θυρεῷ διερειδόμενος ἀντεῖχεν ὅμως ἔτι καὶ μετὰ τοῦ περιλειπομένου τῶν ἀδελφῶν ἐπὶ τὸν ὑπομένοντα Ῥωμαῖον ἐχώρει, περιέστησάν τε αὐτὸν ὁ μὲν ἐξ ἐναντίας προσιών,
那个受了致命伤的人随即死去,而膝腘受伤的人则已无法站稳,但他一瘸一拐地走着,大多时候靠在盾牌上支撑,却依然坚持着,并与幸存的兄弟一起,向着严阵以待的罗马人逼近。
§3.20.2ὁ δὲ κατὰ νώτου.
他们将他包围,一人从正面逼近,另一人则从背后袭击。
τῷ δὲ Ῥωμαίῳ δείσαντι μὴ κυκλωθεὶς πρὸς αὐτῶν εὐκατέργαστος γένηται δυσί τε μαχόμενος καὶ διχόθεν ἐπιοῦσιν, ἦν δὲ ἀκραιφνὴς ἔτι, λογισμὸς εἰσέρχεται διελεῖν τοὺς πολεμίους ἀπʼ ἀλλήλων καὶ χωρὶς ἑκατέρῳ μάχεσθαι.
然而,这名罗马人——他此时依然没有受伤——担心自己会被他们包围而容易被消灭,因为他要面对两个人,且是从两个方向袭来的敌人,于是他心生一计,要将敌人彼此孤立,然后与他们逐一交战。
ῥᾷστα δὲ διαστήσειν αὐτοὺς ὑπελάμβανεν, εἰ δόξαν παράσχοι φυγῆς· οὐ γὰρ ὑπʼ ἀμφοτέρων διώξεσθαι τῶν Ἀλβανῶν, ἀλλʼ ὑφʼ ἑνός, ὁρῶν τὸν ἀδελφὸν οὐκέτι καρτερὸν τῶν ποδῶν.
他认为,如果自己装出逃跑的样子,就能最轻易地使他们拉开距离;因为他看到对方的兄弟双脚已无法使力,料定自己不会遭到两名阿尔巴人的共同追击,而只会遭到一人的追击。
ταῦτα δὴ διανοηθεὶς ὡς εἶχε τάχους ἔφευγε καὶ συνέπεσεν αὐτῷ μὴ διαμαρτεῖν τῆς ἐλπίδος.
他打定主意后,便尽全力逃跑,而他的期望果然没有落空。
§3.20.3ὁ μὲν γὰρ ἕτερος τῶν Ἀλβανῶν οὐδεμίαν ἔχων πληγὴν καίριον ἐδίωκεν αὐτὸν ἐκποδός, ὁ δʼ ἐπιβαίνειν ἀδύνατος ὢν πολὺ τοῦ δέοντος ὑστέρει.
因为其中一名没有受致命伤的阿尔巴人全速追赶着他,而另一名因无法行步而远远落后。
ἔνθα δὴ τῶν Ἀλβανῶν τοῖς σφετέροις ἐγκελευομένων, τῶν δὲ Ῥωμαίων τὸν αὑτῶν ἀγωνιστὴν κακιζόντων καὶ τῶν μὲν δὴ παιανιζόντων τε καὶ στεφανουμένων ὡς ἐπὶ κατορθουμένῳ τῷ ἀγῶνι, τῶν δʼ ὀδυρομένων ὡς οὐκ ἂν ἔτι τῆς τύχης σφᾶς διαναστησομένης, ταμιευσάμενος τὸν καιρὸν ὁ Ῥωμαῖος ὑποστρέφει τε ὀξέως καὶ πρὶν ἢ φυλάξασθαι τὸν Ἀλβανὸν φθάνει τῷ ξίφει κατὰ τοῦ βραχίονος πληγὴν ἐνέγκας καὶ διελὼν τὸν ἀγκῶνα.
此时,阿尔巴人正为己方的战士加油鼓劲,而罗马人则在指责己方的战斗者;一方唱起凯歌、戴上花冠,仿佛战斗已大获全胜,而另一方则在哀叹,仿佛命运再也无法让他们重振旗鼓。 在这时,罗马人审时度势,猛然转身,在阿尔巴人防备不及之前,用剑击中其手臂,斩断了肘部。
§3.20.4πεσούσης δὲ χαμαὶ τῆς χειρὸς ἅμα τῷ ξίφει μίαν ἔτι πληγὴν καίριον ἐξενέγκας ἀποκτείνει τὸν Ἀλβανόν, καὶ μετὰ τοῦτον ἐπὶ τὸν τελευταῖον ὠσάμενος ἡμιθνῆτα καὶ παρειμένον ἐπικατασφάττει.
随着手和剑一同落在地上,他又施加了致命的一击,杀死了这名阿尔巴人;在这之后,他冲向最后一个已是半死且瘫软在地的敌人,结果了他的生命。
σκυλεύσας δὲ τοὺς τῶν ἀνεψιῶν νεκροὺς εἰς τὴν πόλιν ἠπείγετο πρῶτος ἀπαγγεῖλαι θέλων τὴν ἑαυτοῦ νίκην τῷ πατρί.
在剥去他表兄弟们遗体上的盔甲后,他急忙向城里奔去,希望第一个将自己的胜利告诉父亲。