Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.15.1-3.15.4

对亲缘关系的担忧与测试三胞胎的建议

第 183 段,共 962 段 · 希腊语

内容简介

图路斯因奥拉提乌斯兄弟与库里亚提乌斯兄弟是表兄弟而担忧这场战斗,但弗菲提乌斯说明他已预先确认了库里亚提乌斯兄弟自愿的热忱,并建议图路斯也以同样的方式测试本国的三胞胎兄弟。

§3.15.1τοσαῦτα τοῦ Φουφεττίου λέξαντος καὶ πάντων τὴν γνώμην ἐπαινεσάντων ʽἔτυχον δὲ Ῥωμαίων τε καὶ Ἀλβανῶν οἱ κράτιστοι παρόντες ἀμφοτέροισʼ μικρὸν ἐπισχὼν ὁ Τύλλος λέγει· τὰ μὲν ἄλλα ὀρθῶς ἐπιλελογίσθαι μοι δοκεῖς, ὦ Φουφέττιε· θαυμαστὴ γάρ τις ἡ τὴν οὐδέποτε συμβᾶσαν ὁμοιογένειαν ἐν ἀμφοτέραις ταῖς πόλεσιν ἐπὶ τῆς ἡμετέρας γενεᾶς ἐξενέγκασα τύχη·
弗菲提乌斯说完这些话,所有人都赞许他的意见后(当时罗马人和阿尔巴人中最显赫的贵族恰好都随侍在他们两人身边),图路斯稍作停顿,说道:“弗菲提乌斯啊,在其他方面,我认为你的考虑是正确的;因为,在我们这一代人中,命运在两个城邦之间带来了一种前所未有的惊人相似性。
ἓν δʼ ἀγνοεῖν ἔοικας, ὃ πολὺν παρέξει τοῖς νεανίσκοις ὄκνον, ἐὰν ἀξιῶμεν αὐτοὺς ἀλλήλοις χωρεῖν διὰ μάχης.
但有一件事你似乎忽略了,如果我们要求他们兵刃相见,这件事将给年轻人们带来极大的迟疑。
§3.15.2ἡ γὰρ Ὁρατίων μήτηρ τῶν ἡμετέρων ἀδελφὴ τῆς Κορατίων μητρός ἐστι τῶν Ἀλβανῶν, καὶ τέθραπται τὰ μειράκια ἐν τοῖς ἀμφοτέρων τῶν γυναικῶν κόλποις ἀσπάζονταί τʼ ἀλλήλους καὶ φιλοῦσιν οὐχ ἧττον ἢ πολλοὶ τοὺς ἑαυτῶν ἀδελφούς.
因为,我们这边的奥拉提乌斯兄弟的母亲,是阿尔巴人库里亚提乌斯兄弟之母的姐妹,而这些年轻人是在两位妇人的怀抱中抚养长大的,他们互相问候,彼此相爱的程度不亚于许多人爱自己的亲兄弟。
ὅρα δὴ μή ποτε οὐδʼ ὅσιον ᾖ τούτοις ἀναδιδόναι τὰ ὅπλα καὶ καλεῖν αὐτοὺς ἐπὶ τὸν κατʼ ἀλλήλων φόνον ἀνεψιοὺς καὶ συντρόφους ὄντας.
因此,你且看看,将武器交到这些既是表兄弟又是同乳长大的伙伴手中,并召唤他们去互相残杀,这是否连神圣都算不上了。
τὸ γὰρ ἐμφύλιον ἄγος, ἐὰν ἀναγκασθῶσιν ἀλλήλους μιαιφονεῖν, εἰς ἡμᾶς ἐλεύσεται τοὺς ἀναγκάζοντας.
因为如果他们被强迫互相残杀,同族相残的罪孽将会落到我们这些强迫他们的人身上。
§3.15.3λέγει πρὸς αὐτὸν ὁ Φουφέττιος· οὐδʼ ἐμὲ λέληθεν, ὦ Τύλλε, τὸ συγγενὲς τῶν μειρακίων, οὐδʼ ὡς ἀναγκάσων αὐτοὺς τοῖς ἀνεψιοῖς διὰ μάχης χωρεῖν εἰ μὴ βουληθεῖεν αὐτοὶ τὸν ἀγῶνα ὑπομεῖναι παρεσκευασάμην, ἀλλʼ ἐπειδὴ τάχιστα ἐπὶ νοῦν ἦλθέ μοι τόδε τὸ βούλευμα τοὺς Ἀλβανοὺς Κορατίους μεταπεμψάμενος αὐτὸς ἐπʼ ἐμαυτοῦ διάπειραν ἔλαβον εἰ βουλομένοις αὐτοῖς ἐστιν ὁ ἀγών·
” 弗菲提乌斯对他说:“图路斯啊,年轻人们的血缘关系也没有被我遗忘。 我做此准备,也绝非如果他们自己不想承担这场斗争,还要强迫他们去与表兄弟兵刃相见。 而是在这个计划一出现在我脑海中时,我便亲自召来阿尔巴的库里亚提乌斯兄弟,测试他们是否自愿进行这场斗争。
δεξαμένων δʼ αὐτῶν τὸν λόγον ἀπίστῳ τινὶ καὶ θαυμαστῇ προθυμίᾳ, τότε ἀνακαλύπτειν ἔγνων τὸ βούλευμα καὶ φέρειν εἰς μέσον·
由于他们以一种令人难以置信且惊人的热忱接受了这一提议,我那时才决定公开这个计划并将其付诸讨论。
σοί τε τὸ αὐτὸ τοῦτο ὑποτίθεμαι ποιεῖν καλέσαντι τοὺς παρʼ ὑμῖν τριδύμους πεῖραν αὐτῶν τῆς γνώμης ποιήσασθαι.
我建议你也做同样的事情,召集你们那边的三胞胎,对他们的意向进行测试。
§3.15.4ἐὰν μὲν οὖν ἑκόντες συνεπιδιδῶσι κἀκεῖνοι τὰ σώματα προκινδυνεῦσαι τῆς ἑαυτῶν πατρίδος δέχου τὴν χάριν, ἐὰν δὲ ἀναδύωνται μηδεμίαν αὐτοῖς πρόσφερε ἀνάγκην.
因此,如果他们也自愿献出身体,为自己的祖国去冒生命危险,你就接受这份好意;但如果他们退缩,则不要对他们施加任何强迫。
μαντεύομαι δὲ καὶ περὶ ἐκείνων οἷα καὶ περὶ τῶν ἡμετέρων, εἴπερ οὖν εἰσὶν οἵους ἀκούομεν, ἐν ὀλίγοις τοῖς ἄριστα πεφυκόσιν ὅμοιοι καὶ τὰ πολέμια ἀγαθοί· κλέος γὰρ αὐτῶν καὶ πρὸς ἡμᾶς ἐλήλυθε τῆς ἀρετῆς.
我预测他们的情况也会像我们的一样,如果他们果真如我们所听闻的那样,是少数天赋极佳、骁勇善战之人;因为他们的勇武名声也已经传到了我们这里。 ”

词汇与语法注释

  1. §3.15.1ἔτυχον δὲ Ῥωμαίων τε καὶ Ἀλβανῶν οἱ κράτιστοι παρόντες ἀμφοτέροισ — 动词 `τυγχάνω` 作助动词与分词 `παρόντες`(`πάρειμι` 的现在分词复数)连用,表示“碰巧/偶然在场”的构文。此外,与格的 `ἀμφοτέροισ`(“对两者”)指侍从在罗马国王图路斯和阿尔巴独裁官弗菲提乌斯这两位指挥官身边。
  2. §3.15.2ὅρα δὴ μή ποτε οὐδʼ ὅσιος ᾖ — 引入悬念和警示的 `ὅρα μή`(注意免得……/担心是否……)构文,后接虚拟语气 `ᾖ`。加上否定小词 `οὐδέ`(`οὐδʼ`),形成强烈的警告,意为“担心这是否连神圣都算不上(即是否是不敬的)”。
  3. §3.15.3εἰ βουλομένοις αὐτοῖς ἐστιν ὁ ἀγών — 古典希腊语中的一种惯用表达,结构为“[人称与格] + [分词与格(βουλομένοις)] + ἐστί + [主语]”,用于表示某人是否处于自愿做某事的状态。在这里意为“他们是否(自愿)期望这场斗争”,置于引导间接疑问句的 `εἰ`(是否)之后。
  4. §3.15.3σοί τε τὸ αὐτὸ τοῦτο ὑποτίθεμαι ποιεῖν καλέσαντι — 动词 `ὑποτίθεμαι`(建议、主张)以与格(此处为 `σοί`)作为间接宾语,并带有一个补充不定式 `ποιεῖν`。修饰不定式逻辑主语(即与格的“你”)的分词 `καλέσαντι`(`καλέω` 的不定过去时分词阳性单数与格)在语法上的性、数、格与 `σοί` 保持一致。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.15.1-3.15.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.15.1-3.15.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。