Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.7.1-2.7.4

部落与库里亚的划分及土地分配

第 98 段,共 962 段 · 希腊语

内容简介

在介绍罗穆路斯作为极具智慧的政治与军事领袖之后,详细叙述了他将罗马民众划分为三个特里布斯(部落)和三十个库里亚的政体改革,以及对土地进行的平等分配。

§2.7.1ὁ δὲ Ῥωμύλος ἀποδειχθεὶς τοῦτον τὸν τρόπον ὑπό τε ἀνθρώπων καὶ θεῶν βασιλεὺς τά τε πολέμια δεινὸς καὶ φιλοκίνδυνος ὡμολόγηται γενέσθαι καὶ πολιτείαν ἐξηγήσασθαι τὴν κρατίστην φρονιμώτατος.
通过这种方式被神与人推戴为王的罗穆路斯,公认在战争中勇猛且敢于冒险,并在确立最优秀的政体上极具智慧。
διέξειμι δʼ αὐτοῦ τὰς πράξεις τάς τε πολιτικας καὶ τὰς κατὰ πολέμους, ὧν καὶ λόγον ἄν τις ἐν ἱστορίας ἀφηγήσει ποιήσαιτο.
我将详细叙述他在政治和军事上的功绩,这些功绩是人们在历史叙事中值得提及的。
§2.7.2ἐρῶ δὲ πρῶτον ὑπὲρ τοῦ κόσμου τῆς πολιτείας, ὃν ἐγὼ πάντων ἡγοῦμαι πολιτικῶν κόσμων αὐταρκέστατον ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους.
我将首先探讨他的国家制度,我认为在和平与战争时期,这是所有政治制度中最能自给自足的。
ἦν δὲ τοιός2δε· τριχῇ νείμας τὴν πληθὺν ἅπασαν ἑκάστῃ τῶν μοιρῶν τὸν ἐπιφανέστατον ἐπέστησεν ἡγεμόνα.
其制度如下:他将全体民众分为三部分,并为每一部分指定最显赫的人担任领袖。
ἔπειτα τῶν τριῶν πάλιν μοιρῶν ἑκάστην εἰς δέκα μοίρας διελών, ἴσους ἡγεμόνας καὶ τούτων ἀπέδειξε τοὺς ἀνδρειοτάτους·
接着,他又将这三个部分各自分为十个部分,并选拔其中最勇敢的人担任这三十个部分的同等领袖。
ἐκάλει δὲ τὰς μὲν μείζους μοίρας τρίβους, τὰς δʼ ἐλάττους κουρίας, ὡς καὶ κατὰ τὸν ἡμέτερον βίον ἔτι προσαγορεύονται.
他称较大的部分为特里布斯,较小的部分为库里亚,正如在我们当今的生活中它们仍被如此称呼一样。
§2.7.3εἴη δʼ ἂν Ἑλλάδι γλώττῃ τὰ ὀνόματα ταῦτα μεθερμηνευόμενα φυλὴ μὲν καὶ τριττὺς ἡ τρίβους, φράτρα δὲ καὶ λόχος ἡ κουρία, καὶ τῶν ἀνδρῶν οἱ μὲν τὰς τῶν τρίβων ἡγεμονίας ἔχοντες φύλαρχοί τε καὶ τριττύαρχοι, οὓς καλοῦσι Ῥωμαῖοι τριβούνους· οἱ δὲ ταῖς κουρίαις ἐφεστηκότες καὶ φρατρίαρχοι καὶ λοχαγοί, οὓς ἐκεῖνοι κουρίωνας ὀνομάζουσι.
这些名称如果翻译成希腊语,特里布斯就是“部族(皮莱)”和“三分一区(特里蒂斯)”,库里亚则是“胞族(胞族)”和“百人队(洛科斯)”;在这些人中,掌握特里布斯领导权的人被称为部族长和三分一区长,罗马人称之为“特里布努斯”;而那些主管库里亚的人则是胞族长和队长,他们称之为“库里奥”。
§2.7.4διῄρηντο δὲ καὶ εἰς δεκάδας αἱ φρᾶτραι πρὸς αὐτοῦ, καὶ ἡγεμὼν ἑκάστην ἐκόσμει δεκάδα, δεκουρίων κατὰ τὴν ἐπιχώριον γλῶτταν προσαγορευόμενος.
库里亚也被他细分为十人组,并由一名领袖管理每个十人组,在当地语言中被称为“德库里奥”。
ὡς δὲ διεκρίθησαν ἅπαντες καὶ συνετάχθησαν εἰς φυλὰς καὶ φράτρας, διελὼν τὴν γῆν εἰς τριάκοντα κλήρους ἴσους ἑκάστῃ φράτρᾳ κλῆρον ἀπέδωκεν ἕνα, ἐξελὼν τὴν ἀρκοῦσαν εἰς ἱερὰ καὶ τεμένη καί τινα καὶ τῷ κοινῷ γῆν καταλιπών.
当所有人被划分并组织到特里布斯和库里亚中后,他将土地分成三十个相等的份额,并给每个库里亚分发一份,这是在拨出足够的土地用于祭祀和圣地、并留出部分土地作为公有地之后进行的。
μία μὲν αὕτη διαίρεσις ὑπὸ Ῥωμύλου τῶν τε ἀνδρῶν καὶ τῆς χώρας ἡ περιέχουσα τὴν κοινὴν καὶ μεγίστην ἰσότητα, τοιάδε τις ἦν.
罗穆路斯对人员和土地的这第一种划分,包含着普遍且最大的平等,其情形大致如此。

词汇与语法注释

  1. §2.7.1ὡμολόγηται — 完成时被动语态第三人称单数动词 ὡμολόγηται 采用主格与不定式结构(nominative with infinitive)。对于主语 ὁ δὲ Ῥωμύλος,主格形容词 δεινὸς καὶ φιλοκίνδυνος 作为 γενέσθαι 的表语,而 φρονιμώτατος 作为 ἐξηγήσασθαι 的表语。
  2. §2.7.3εἴη δʼ ἂν — 希求法动词 εἴη 与语气词 ἂν 连用,构成潜在希求法(potential optative),表示推测或温和的断言(“将会是”、“可以翻译为”)。随后的分词 μεθερμηνευόμενα(中性复数主格)与主语 ὀνόματα 一致,并带有条件意味(“如果被翻译”)。
  3. §2.7.4ἐξελὼν... καταλιπών — 两者均为不定过去时主动分词,表示在主动词 ἀπέδωκεν(“分发”)之前发生的先行动作。这确立了时间顺序,表明在将土地划分为三十个相等份额之前,用于祭祀和公共用途的土地已被提前预留。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.7.1-2.7.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.7.1-2.7.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。