Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.71.1-2.71.4

从天而降的圣盾与复制品的制作

第 162 段,共 962 段 · 希腊语

内容简介

本段记述了纽玛宫殿中发现的自天而降的圣盾,以及为了防盗而制作的复制盾,并从罗马游行中“吕迪奥内斯”的存在,讨论了库雷特斯式仪式(萨利神官)在罗马的影响。

§2.71.1ἐν δὲ ταῖς πέλταις, ἃς οἵ τε σάλιοι φοροῦσι καὶ ἃς ὑπηρέται τινὲς αὐτῶν ἠρτημένας ἀπὸ κανόνων κομίζουσι, πολλαῖς πάνυ οὔσαις μίαν εἶναι λέγουσι διοπετῆ, εὑρεθῆναι δʼ αὐτήν φασιν ἐν τοῖς βασιλείοις τοῖς Νόμα, μηδενὸς ἀνθρώπων εἰσενέγκαντος μηδʼ ἐγνωσμένου πρότερον ἐν Ἰταλοῖς τοιούτου σχήματος, ἐξ ὧν ἀμφοτέρων ὑπολαβεῖν Ῥωμαίους θεόπεμπτον εἶναι τὸ ὅπλον.
至于萨利神官们佩戴的,以及他们的一些侍从用木棒吊着携带的非常多的盾牌中,据说只有一面是自天而降的。 他们说,这面盾牌是在纽玛的宫殿中被发现的,当时既没有任何人把它带进去,意大利人以前也从未见过这种形状——由于这两件事,罗马人推断这件武器是神明所赐。
§2.71.2βουληθέντα δὲ τὸν Νόμαν τιμᾶσθαί τε αὐτὸ φερόμενον ὑπὸ τῶν κρατίστων νέων ἐν ἱεραῖς ἡμέραις ἀνὰ τὴν πόλιν καὶ θυσιῶν ἐπετείων τυγχάνειν, δεδοικότα δὲ ἐπιβουλάς τε τὰς ἀπʼ ἐχθρῶν καὶ ἀφανισμὸν αὐτοῦ κλοπαῖον, ὅπλα λέγουσι πολλὰ κατασκευάσασθαι τῷ διοπετεῖ παραπλήσια, Μαμορίου τινὸς δημιουργοῦ τὸ ἔργου ἀναδεξαμένου, ὥστε ἄσημον γενέσθαι καὶ δυσδιάγνωστον τοῖς μέλλουσιν ἐπιβουλεύειν τὴν τοῦ θεοπέμπτου φύσιν διὰ τὴν ἀπαράλλακτον τῶν ἀνθρωπείων ἔργων ὁμοιότητα.
纽玛一方面希望在神圣的日子里,由最杰出的青年抬着这面盾牌在城里巡游以示尊崇,并获得年度祭祀,但另一方面他又害怕敌人的觊觎以及被盗遗失,据说他便下令制作了许多与这面天降之盾极为相似的武器——由一位名叫马穆里乌斯的工匠承担了这项工作——以便由于人工制品的毫无二致的相似性,使企图图谋不轨的人难以察觉和辨认出那面神赐之盾的真面目。
§2.71.3ἐπιχώριον δὲ Ῥωμαίοις καὶ πάνυ τίμιον ὁ κουρητισμός, ὡς ἐκ πολλῶν μὲν καὶ ἄλλων ἐγὼ συμβάλλομαι, μάλιστα δʼ ἐκ τῶν περὶ τὰς πομπὰς τάς τε ἐν ἱπποδρόμῳ καὶ τὰς ἐν τοῖς §2.71.4θεάτροις γινομένας·
库雷特斯式的仪式对于罗马人来说确实是本土的且极受尊崇的,正如我从许多其他迹象中所推断的那样,尤其是从在竞技场以及在剧场中举行的游行活动中看出的。
ἐν ἁπάσαις γὰρ ταύταις πρόσηβοι κόροι χιτωνίσκους ἐνδεδυκότες ἐκπρεπεῖς κράνη καὶ ξίφη καὶ πάρμας ἔχοντες στοιχηδὸν πορεύονται, καί εἰσιν οὗτοι τῆς πομπῆς ἡγεμόνες καλούμενοι πρὸς αὐτῶν ἐπὶ τῆς παιδιᾶς τῆς ὑπὸ Λυδῶν ἐξευρῆσθαι δοκούσης λυδίωνες, εἰκόνες ὡς ἐμοὶ δοκεῖ τῶν σαλίων, ἐπεὶ τῶν γε Κουρητικῶν οὐδὲν ὥσπερ οἱ σάλιοι δρῶσιν οὔτʼ ἐν ὕμνοις οὔτʼ ἐν ὀρχήσει.
因为在所有这些游行中,已经步入青春期的青年们穿着华丽的短衣,佩戴头盔、剑和圆盾,排成队列行进。 他们是游行的先导,因被认为是由吕底亚人发明的某种游乐,而被罗马人称为“吕迪奥内斯”。 在我看来,他们似乎是萨利神官的模仿者,因为他们在赞歌和舞蹈上都没有像萨利神官那样履行任何库雷特斯式的仪式。
χρῆν δὲ τούτους ἐλευθέρους τε εἶναι καὶ αὐθιγενεῖς καὶ ἀμφιθαλεῖς, οἱ δʼ εἰσὶν ἐξ ὁποιας2δήποτε τύχης.
这些青年本来应当是自由身、土生土长且父母双全的,但实际上他们来自任何一种身份。
τί γὰρ δεῖ τὰ πλείω περὶ αὐτῶν γράφειν;
何必还要关于他们写更多的事情呢?

词汇与语法注释

  1. 2.71.1ἐξ ὧν ἀμφοτέρων ὑπολαβεῖν Ῥωμαίους — 关系代词短语 ἐξ ὧν ἀμφοτέρων(由于这两件事)引导的从句中,动词 ὑπολαβεῖν(推测)采用不定式形式,这是承接前文主句的说话动词(λέγουσι 或 φασιν)而形成的内容间接引语。
  2. 2.71.2ὥστε ἄσημον γενέσθαι ... τὴν τοῦ θεοπέμπτου φύσιν — 由 ὥστε 引导的结果或目的不定式子句。动词 γενέσθαι 的逻辑主语是置于句末的 τὴν τοῦ θεοπέμπτου φύσιν(神赐之物的真面目),而 ἄσημον καὶ δυσδιάγνωστον(难以察觉和难以辨认)则是它的表语。
  3. 2.71.4χρῆν δὲ τούτους ἐλευθέρους τε εἶναι — 非人称动词 χρή 的未完成过去时 χρῆν(或 ἐχρῆν),用于表示与事实相反的义务或应当发生而未发生的事(“这些青年本来应当是……但实际上并非如此”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.71.1-2.71.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.71.1-2.71.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。